15. Καὶ ὅσα ἄλλα παρεῖται.
17. Τίνα ταῦτ’ ἐστὶν ἃ λέγει παρεῖσθαι τῶν συμβαινόντων
18. τοῖς ὀφθαλμοῖς; ἢ δηλονότι τὰ κατὰ τὸ προγνωστικὸν εἰρημένα
1. κατὰ τήνδε τὴν ῥῆσιν. ἢν γὰρ τὴν αὐτὴν φεύγωσιν
2. ἢ δακρύωσιν ἢ διαστρέφωνται ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων
3. γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πελιδνὰ ἢ μέλαινα
4. φλεβία ἐν ἑωϋτοῖσιν ἢ λῆμαι περὶ τὰς ὄψεις ἢ ἐναιωρούμενοι
5. φαίνωνται ἢ ἐξίσχοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γινόμενοι.
6. προεξηγησάμεθα δὲ ἐν ἐκείνῳ τῷ βιβλίῳ σὺν τοῖς
7. ἄλλοις ἅπασι καὶ ταῦτα.