Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1.29, ed. Kühn, 1828, vol. 17b, p. 871-891. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:1.29


10. Πυρετοὶ οἱ μὲν δακνώδεες τῇ χειρὶ, οἱ δὲ πρῃέες, οἱ δὲ
11. οὐ δακνώδεις μὲν, ἐπαναδιδόντες δὲ, οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι
12. δὲ τῆς χειρὸς, οἱ δὲ περικαέες μὲν εὐθέως, οἱ
13. δὲ διὰ παντὸς βληχροὶ, ξηροὶ, οἱ δὲ ἁλμυρώδεες, οἱ δὲ
14. πεμφιγώδεες ἰδεῖν δεινοὶ, οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες,
15. οἱ δὲ ἐξέρυθροι, οἱ δὲ ἔξωχροι, οἱ δὲ πελιοὶ καὶ
16. τὰ ἄλλα τοιαῦτα τοιουτότροπα.

18. Κᾀνταῦθα πάλιν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκε
19. καὶ τὰ ἄλλα τοιαῦτα, διὰ τὸ μόνας αὐτῷ τὰς ἀξιολόγους
1. διαφορὰς τῶν πυρετῶν ὑποτετυπῶσθαι. πρώτας μὲν οὖν
2. ἔγραψε τὰς κατ’ αὐτὴν τὴν οἰκείαν τῶν πυρετῶν οὐσίαν,
3. οὐσία δὲ αὐτῶν ἐστὶν, οὐ καθ’ Ἱπποκράτην μόνον καὶ τοὺς
4. ἀρίστους ἰατροὺς, ἀλλὰ καὶ κατὰ τὴν κοινὴν πάντων ἀνθρώπων
5. ἔννοιαν ἡ παρὰ φύσιν θερμασία, μάλιστα μὲν εἰς
6. ὅλον ἐκτεταμένη τὸ ζῶον, εἰ δὲ μὴ, ἀλλὰ πάντως, ἤτοι
7. γε ἐν τοῖς πλείστοις μορίοις ἢ ἐν τοῖς κυριωτάτοις ὑπάρχουσα·
8. καὶ πολλάκις γε τὸ μὲν ἅπαν δέρμα θερμασίαν
9. οὐδεμίαν σαφῆ ἔχειν φαίνεται παρὰ φύσιν, οὔθ’ ἡμῖν τοῖς
10. ἔξωθεν ἁπτομένοις οὔτε τοῖς κάμνουσιν, αἰσθάνονται δὲ
11. αὐτῆς οἱ νοσοῦντες ἐν τῷ βάθει καί φασι διακαίεσθαι τὰ
12. σπλάγχνα καὶ πρὸς τούτῳ γε ἔνιοι καὶ ἀσσώδεις εἰσὶ καὶ
13. διψώδεις, καὶ ἄγρυπνοι. νῦν οὖν ὁ Ἱπποκράτης τὰς διαφορὰς
14. τῶν πυρετῶν γράφει, ὅσαι διαγινώσκονται τοῖς ἰατροῖς,
15. οὐκ ἐξ ὧν οἱ κάμνοντες λέγουσι, ἀλλ’ ἐξ ὧν αὐτοὶ
16. διά τε τῆς ἁφῆς καὶ τῆς ὄψεως ἐναργῶς αἰσθάνονται. πρῶται
17. δέ εἰσι καὶ κυριώταται καὶ κατὰ τὴν οἰκείαν οὐσίαν, 
1. ὡς ἔφην, τῶν πυρετῶν, αἱ διὰ τῆς θερμασίας. οὐ γὰρ ἐν
2. τῇ τῶν ἀρτηριῶν κινήσει ἡ τῶν πυρετῶν ἐστὶν οὐσία. τοῦτο
3. γὰρ ὅπως ἡμάρτηται τοῖς περὶ τὸν Ἐρασίστρατόν τε καὶ
4. Χρύσιππον, ἤδη μεμάθηκας. ἡ τοίνυν πυρεκτικὴ
5. θερμασία τοῖς ἁπτομένοις τῶν πυρεττόντων σωμάτων ἤτοι
6. δριμεῖα καὶ δακνώδης ἐστὶν ἢ μετρίως ἀνιαρά. τὸ γὰρ ἡδὺ
7. καὶ οἰκεῖον, ὁποῖον ὑπάρχει τῇ κατὰ φύσιν, οὐδέποτε
8. ἔχει. καθάπερ οὖν καὶ ἄλλα πολλὰ κατὰ τὸ μᾶλλόν τε καὶ
9. τὸ ἧττον ἀλλήλων διαφέροντα τοῖς πέλας ἑρμηνεύομεν εὐφημότερον,
10. οὐκ ἀληθέστερον, οὕτω καὶ περὶ τῆς βραχέως
11. ἀνιαρᾶς θερμασίας ἐνίοτέ φαμεν ὡς οὐδὲν ὅλως ἀνιαρὸν
12. ἔχει, προβάλλοντες αὐτὴν τῇ σφοδρὸν ἐχούσῃ τὸ λυπηρόν.
13. ἐνίοτε μὲν οὖν ἡ θερμασία φαίνεται πλείστη τε ἅμα καὶ
14. δριμυτάτη, πολλάκις δὲ ὀλίγη μὲν, οὐκ ἀπολειπομένη δὲ
15. τῆς δριμυτάτης, ἢ πάλιν δριμυτάτη μὲν, οὐ μὴν πολλή γε.
16. καὶ τούτων ἕκαστον ὧν εἶπον ἐνίοτε φαίνεται μετ’ ὀλίγον
17. χρόνον, οὐ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρός. ὥσπερ
18. γε καὶ μειοῦσθαι τὰ κατὰ τὴν πρώτην ἐπιβολὴν φανέντα
1. κατὰ μέγεθός τε καὶ δριμύτητα δόξει σοί ποτε μέχρι χρόνου
2. πλείονος ἐπιβεβλημένης τῷ κάμνοντι τῆς χειρός. καὶ
3. τοίνυν ἐνίοτε μὲν αὐχμηρὰ καὶ κατάξηρος φαίνεται ἡ θερμασία,
4. καθάπερ εἰ λίθου τινὸς ἡψάμεθα θερμοῦ. πολλάκις
5. δὲ φαντασίᾳ τῇ νοτιώδει καὶ ὑγρᾷ πάνυ ἀτμώδης, ὥστ’ αἰσθάνεσθαι
6. σαφῶς ἀναφερομένου τινὸς, ἐκ τοῦ τῶν καμνόντων
7. σώματος ἀτμοῦ παμπόλλου καὶ τούτων πάλιν αὐτῶν
8. ὥσπερ καὶ τῶν προειρημένων, ἔνια μὲν εὐθὺς ἐξ ἀρχῆς
9. φανέντα διαμένει, τινὰ δ’ ἤτοι προσαυξανομένην ἢ διαλυομένην
10. ἔχει τὴν ἐξ ἀρχῆς φανεῖσαν διαφοράν. ἔνια δὲ καὶ
11. γενομένην ἑτέραν οὐδ’ ὅλως ἐξ ἀρχῆς πεφυκυῖαν καὶ διαφθειρομένην
12. τελείως τῶν ἐξ ἀρχῆς ἑωραμένων. αἱ μὲν οὖν
13. κατ’ αὐτὴν τῶν πυρετῶν τὴν οὐσίαν διαφοραὶ τοιαῦταί
14. τινές εἰσι. περὶ δὲ τῶν ἄλλων ἐφεξῆς ὀψόμεθα, πότερον
15. γὰρ ὀρθῶς ἔχει τὰς εἰρημένας ἐφαρμόσαι τῇ λέξει τοῦ Ἱπποκράτους.
16. ἐν τῷ μὲν τοίνυν φάναι, πυρετοὶ μὲν οἱ δακνώδεις
17. τῇ χειρὶ, οἱ δὲ πρῃέες, ἐνδείκνυταί σοι τὸν λόγον
18. αὐτῷ γίνεσθαι περὶ τῶν διὰ παντὸς, ἤτοι δακνωδῶν ἢ
1. πρῃέων φαινομένων. ἐπιφέρων γοῦν λέγει, οἱ δὲ οὐ δακνώδεες
2. μὲν, ἐπαναδιδόντες δὲ, δηλῶν ἐνταῦθα τοὺς ἐξ ἀρχῆς
3. μὲν οὐ φανέντας δακνώδεις ἐπικειμένῃ τῇ χειρὶ μέχρι πλείονος
4. αἴσθησιν ἐργαζομένους δακνώδη. τούτοις δ’ ἔμπαλιν
5. ἔχουσιν ἐφ’ ὧν φησιν, οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς
6. χειρός. ἐν ἀρχῇ γὰρ φανέντες ὀξεῖς ἐκλύονται κατὰ βραχύ.
7. τὸ δὲ ὀξέες ἐπὶ τῆς ταχέως ἀπαντώσης τῇ χειρὶ θερμασίας,
8. ἐνδεικνυμένης τε τὴν ἑαυτῆς κίνησιν ὠκεῖαν, ἀκούειν σε
9. χρὴ, καθάπερ ὀξεῖς τινὰς ὀνομάζομεν δριμεῖς, ἐν ἴσῳ τῷ
10. ταχεῖς, ὀξέα τε νοσήματα λέγομεν, ὅσα ταχέως διεξέρχεται
11. τοὺς ἰδίους καιροὺς ἄχρι τῆς τελευτῆς, εἴτε χερσὶν εἴτε
12. χειρὶ λέγοις πρὸς τῷ τὰς εἰρημένας διαφορὰς γινώσκειν,
13. οὐδὲν διοίσει. δῆλον μὲν γὰρ ἦν τῷ γε νοῦν ἔχοντι τὰς
14. τοιαύτας διαφορὰς οὐ τοῖς ὀφθαλμοῖς, ἀλλὰ ταῖς χερσὶν
15. αἰσθητὰς εἶναι. προστιθέασι δὲ ἅπαντες ἄνθρωποι καὶ τὰς
16. τοιαύτας προσθήκας, ἐνίοτε φύσει πρὸς τοῦτο ἀγόμενοι,
1. συναυξανούσας τὴν ἐνέργειαν τῶν λεγομένων καὶ μάλιστα
2. ἐπ’ ἐκείνων τῶν πραγμάτων, ἐφ’ ὧν ἐστὶ διὰ τεκμηρίων
3. τινῶν καὶ σημείων εὑρεῖν τὸ ζητούμενον, οὐκ αἰσθητὴν
4. ποιήσασθαι τὴν διάγνωσιν. οὕτως οὖν καὶ ὁ Ἱπποκράτης
5. οὐ μόνον ἐν ἀρχῇ τοῦ λόγου τῶν χειρῶν ἐμνημόνευσεν,
6. ἀλλὰ κᾀν τῷ φάναι, οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς
7. χειρός. ἐφεξῆς δὲ τὴν κατὰ μέγεθος αὐτῶν διαφορὰν ἐνδεικνύμενος
8. ἔφην, οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς
9. βληχροί. κατά τι μὲν οὖν ἡ τοιαύτη φαντασία γίνεται
10. τοῖς ἁπτομένοις, ὡς ἤτοι πολλὴν εἶναι δοκεῖν ἢ ὀλίγην τὴν
11. θερμασίαν, αὖθις ὀψόμεθα, νυνὶ δ’ ὅτι φαίνεται μόνον
12. εἰπεῖν ἀρκέσει. καθάπερ γὰρ ἐκτὸς, εἰ καὶ τοὺς ὀφθαλμούς
13. τις ἐγκαλύψας ἅψαιτο φλογὸς, ἤτοι πολλῆς αἰσθάνεται τῆς
14. κατ’ αὐτὴν οὐσίας ἢ ὀλίγης, οὐδεμιᾶς ἐν τῇ ποιότητι τῆς
15. θερμασίας αἰσθανόμεθα διαφορᾶς, οὕτως ἔχει κᾀπὶ τῶν
16. πυρετῶν. ἐνίοτε γὰρ ἡ μὲν κατὰ τὴν ποιότητα διάγνωσις
17. τῆς θερμασίας ἡ αὐτὴ φαίνεται τῇ καθ’ ἕτερόν τι σῶμα,
18. διαφέρειν δ’ ἀλλήλων δοκοῦσι ποσότητι. τῶν δ’ ἐφεξῆς
1. εἰρημένων, τὸ μὲν ξηροὶ σαφὲς ἱκανῶς ἐστὶ, τὸ δ’ ἁλμυρῶδες
2. ἀσαφές. οὐ γὰρ ἁφῆς αἰσθητὸν, ἀλλὰ τῆς γεύσεως
3. μόνης τὸ ἁλμυρόν ἐστι. ἔστι δὲ μᾶλλον ἀσαφὲς τὸ ἐφεξῆς
4. εἰρημένον, ἔνθα φησὶν, οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί.
5. εὑρίσκομεν δὲ ἐνταῦθα διάφορον τὴν γραφήν. ἐν μὲν τοῖς
6. πλείστοις τῶν ἀντιγράφων προκειμένου τοῦ ἰδεῖν τῷ
7. πεμφιγώδεες, ἐν ὀλίγοις δὲ μετὰ τὸ. ἰδεῖν καὶ τὸ δεινοὶ
8. προσγεγραμμένον. μόνον δὲ τῶν ἐξηγητῶν εὗρον οὕτως γεγραμμένον
9. εἰδότα Σαβῖνον, ᾧ καὶ Μητρόδωρος ἠκολούθησεν
10. ὅσοι τ’ ἀπ’ αὐτῶν εἰσὶ μέχρι νῦν. καὶ μὴν κατ’ ὀλίγιστα
11. τῶν ἀντιγράφων εὗρον ἁπλῶς γεγραμμένον, οἱ δὲ
12. πεμφιγώδεες, οὔτε τοῦ ἰδεῖν οὔτε τοῦ δεινοὶ προσγεγραμμένου.
13. τοὺς μὲν οὖν ἁλμυρώδεας ἐπὶ τὴν ἁφὴν ἄγων τις
14. ἐρεῖ τοὺς ὀδαξησμόν τινα ποιοῦντας εἶναι τοῖς ἁπτομένοις,
15. ὥσπερ ὑφ’ ἅλμης τε καὶ πάντων τῶν ἁλμυρῶν γίνεται σωμάτων.
16. τοὺς δὲ πεμφιγώδεις, τοὺς πνευματώδεις. αἰσθανόμεθα
17. γὰρ πολλάκις ἀναφερομένης διὰ τοῦ τῶν πυρεττόντων 
1. δέρματος ἀερώδους τινὸς ἀποῤῥοῆς, ὡς εἴ γε μὴ τούτους,
2. ἀλλὰ τοὺς μετὰ φλυκταινῶν λέγει, παραλελοιπὼς ἂν
3. εἴη τῶν ἀναγκαίων τινὰ διαφορὰν, ἐκ τοῦ γένους τῶν προειρημένων,
4. ὅσας ἔφην εἶναι κατ’ αὐτὴν μάλιστα τὴν οὐσίαν
5. τῶν πυρετῶν. ὡς γὰρ δακνῶδες ἰσχυρῶς ἢ σφοδρὸν ἢ ξηρὸν
6. ἢ αὐχμηρὸν εἶναι φαίνεται τὸ τῆς θερμασίας εἶδος ἐπὶ
7. πολλῶν πυρετῶν, οὕτω καὶ πνευματῶδες, αἰσθανομένης τῆς
8. χειρὸς ἀναφερομένου τινὸς ἐπ’ αὐτὴν πνεύματος, ἐνίοτε μὲν
9. ἀτμώδους, ἐνίοτε δὲ ξηροῦ. πλείω δὲ σημαίνοντος τοῦ τε
10. πέμφιγος ὀνόματος ἄλλος ἄλλων τῶν ἐξηγητῶν προχειρισάμενος,
11. ὡς ἓν μόνον ἐκεῖνο σημαῖνον, ὅπερ αὐτὸς βούλεται,
12. πιθανὸς εἶναι δοκεῖ τοῖς ἀκούουσιν. ἤρκει μὲν οὖν
13. ἴσως εἰρῆσθαι πεμφιγώδεις πυρετοὺς τοὺς πνευματώδεις,
14. ὅτι τε τοῦ γένους ἐστι τῶν ἄχρι δεῦρο γεγραμμένων διαφορῶν,
15. ὅτι τε παραλελοιπέναι δόξει ταύτην, εἰ μή τις
16. ἀκούσαιεν οὕτως. ἀλλὰ καὶ τὸ προσκεῖσθαι κατὰ τὰ πλεῖστα
17. τῶν ἀντιγράφων τὸ ἰδεῖν τῷ πεμφιγώδεες ἀναγκαῖον
1. ἡμῖν γίνεται καὶ γραμματικῆς ἀδολεσχίας ἐφάψασθαι, χρησίμης
2. ἐνίοτε καὶ αὐτῆς εἰς τὰ τοιαῦτα γινομένης. ἀκριβέστερον
3. μὲν οὖν περὶ τῶν ζητουμένων παρ’ Ἱπποκράτει
4. λέξεων, ἑτέρωθι πεπραγματεύμεθα, νυνὶ δ’ ἀρκέσει
5. τοῖς γραμματικοῖς ἀκολουθήσαντα κατὰ τὴν ἐκείνων διάταξιν
6. εἰπεῖν τι περὶ τῶν κατὰ τὴν πέμφιγα σημαινομένων.
7. δοκεῖ μὲν γὰρ αὐτὴν ἐπὶ τῆς πνοῆς Σοφοκλῆς ἐν Κόλχοις
8. λέγειν,

9. Ἀπῆξε πέμφιξ Ἰονίου πέλας πόρου,

10. καὶ αὐτὸς ἐν Σαλμωνεῖ Σατύροις·

11. καὶ τάχ’ ἂν Κεραύνια
12. πέμφιξι βροντῆς καὶ δυσοσμίας βάλοι.

13. Αἰσχύλος δὲ ἐν Προμηθεῖ δεσμώτῃ·

14. εὐθεῖαν ἕρπε τήνδε. καὶ πρώτιστα μὲν
15. Βορεάδας ἥξεις πρὸς πνοὰς, ἵν’ εὐλαβοῦ
1. βρόμον καταιγίζοντα μή σ’ ἀναρπάσῃ
2. δυσχειμέρῳ πέμφιγι συστρέψας ἄφνω.

3. ἐπὶ δὲ τῶν ἀκτίνων αὐτῶν δοκεῖ χρῆσθαι τῷ τῆς πέμφιγος
4. ὀνόματι Σοφοκλῆς ἐν Κόλχοις κατὰ τάδε τὰ ἔπη·

5. κἀπεθαύμασα
6. τηλέσκοπον πέμφιγα χρυσέαν ἰδών.

7. οὕτω καὶ Αἰσχύλος ἐν Ξαντρίαις·

8. ἃς οὔτε πέμφιξ ἡλίου προσδέρκεται
9. οὔτ’ ἀστερωπὸν ὄμμα Λητώας κόρης.

10. ἐπὶ δὲ τῆς ῥανίδος ὁ αὐτός φησιν ἐν Προμηθεῖ·

11. Ἐξευλαβοῦ δὲ μή σε προσβάλλῃ στόμα
12. Πέμφιξ· πικρὰ γὰρ κοὐ διὰ ζόης ἀτμοί.

13. καὶ ἐν Πενθεῖ·

14. Μηδ’ αἵματος πέμφιγα πρὸς πέδῳ βάλῃς.

1. ἐπὶ δὲ τοῦ νέφους δοκεῖ τετάχθαι κατὰ τόδε τὸ ἔπος ἐν
2. Σαλμωνεῖ Σατύροις παρὰ Σοφοκλεῖ·

3. πέμφιγι πᾶσαν ὄψιν ἀγγέλῳ πυρὸς,

4. καὶ παρ’ Ἰβύκῳ·

5. πυκινὰς πέμφιγας πιόμενοι.

6. λέλεκται δὲ οὗτος ὁ λόγος αὐτῷ κατά τινα παραβολὴν ἐπὶ
7. χειμαζομένων εἰρημένην. διὸ καὶ τῶν προγνωστικῶν οἱ
8. πλεῖστοι ἐπὶ τῶν κατὰ τοὺς ὄμβρους σταγόνων εἰρῆσθαί
9. φασι τὰς πέμφιγας. ὁ δὲ Καλλίμαχος ὧδε·

10. μὴ διὰ πεμφίγων ἐνάγουσιν ἔα.

11. ὁ δὲ Εὐφορίων οὕτως·

12. ἠπεδαναὶ πέμφιγες ἐπιτρύζουσι θανόντα.

13. τὰ μὲν οὖν ἐκ τοῦ πέμφιγος σημαινόμενα καὶ δὴ λέλεκται, προείρηται
14. δὲ καὶ περὶ τῶν δύο σημαινομένων ἐξ αὐτῶν, ἐπειδὴ
15. πάντες τῶν ἐξηγητῶν οἱ ἄριστοι καὶ κατὰ ταῦτα ἐδέξαντο τῇ
16. λέξει κεχρῆσθαι τὸν Ἱπποκράτην. νυνὶ δὲ τῶν εἰρημένων σημαινομένων
17. ἐγχωρεῖ προσθεῖναι καὶ ἄλλο τρίτον, ἵνα πεμφιγώδεις
18. ἀκούσωμεν εἰρῆσθαι τοὺς οἷον σπινθήρων ἐξαλλομένων καὶ
1. ἀπαντώντων τῇ χειρὶ φαντασίαν ἀποστέλλοντας· καὶ εἶεν
2. ἂν οἱ τοιοῦτοι πυρετοὶ συνθετοί τινες ἐκ δυοῖν ἁπλῶν τῶν
3. ἤδη προειρημένων, τοῦ τε πνευματώδους καὶ πυρώδους.
4. ἐναντιωθήσεται δὲ τῇ ἐξηγήσει ταύτῃ μόνον ἕν γ’, εἰ προσκέοιτο
5. τῷ πεμφιγώδεες τὸ ἰδεῖν. εἰκότως οὖν ἀφῃρήκασιν
6. αὐτό τινες. οἱ δὲ οὐκ ἀφελόντες ἤτοι τοὺς μετὰ φλυκταινῶν
7. ἤκουσαν ἢ τοὺς τῆς ψυχῆς ἁπτομένους. ἐπεὶ δὲ
8. οἱ μετὰ φλυκταινῶν ἀπὸ συμπτώματος ὀνομάζονται, πιθανῶς
9. ἂν ἀκούοιμεν ἀπὸ συμβεβηκότος οὕτως αὐτὸν ὀνομάζειν
10. τοὺς λοιμώδεις πυρετούς. ἔτι γὰρ ἀμέλει καὶ τοῦθ’ ἕν τι
11. πυρετῶν εἶδος. ὅτι δ’ ἐν αὐτῷ φλύκταιναι γίνονται καὶ ὁ
12. Θουκυδίδης μαρτυρεῖ γράφων οὕτως· καὶ τὸ μὲν ἔξωθεν
13. ἁπτομένῳ σῶμα οὔτε ἄγαν θερμὸν ἦν οὔτε χλωρὸν,
14. ἀλλ’ ὑπέρυθρον, πελιδνὸν, φλυκταίναις μικραῖς καὶ ἕλκεσιν
15. ἐξηνθηκός. ὅσοι δὲ τοὺς τῆς ψυχῆς ἁπτομένους
16. πυρετοὺς εἰρῆσθαί φασι πεμφιγώδεις, πόῤῥω τῆς προκειμένης
17. τῶν πυρετῶν διαφορᾶς ἀπεχώρησαν. ὠνόμαζον γὰρ
1. ἔνιοι τῶν παλαιῶν καὶ φρενιτικόν τινα πυρετὸν, ὥσπερ
2. ἀμέλει καὶ ληθαργικὸν καὶ πλευριτικὸν καὶ περιπνευμονικόν.
3. ἀλλ’ ὁ νῦν προκείμενος τῇ ῥήσει κατάλογος τῶν πυρετῶν
4. ἀπὸ τῆς κατὰ τὴν θερμασίαν διαφορᾶς ἐστι, ἐν ᾗ δύναται
5. καὶ ὁ λοιμώδης περιέχεσθαι, σηπεδονῶδες ἔχων τὸ θερμὸν,
6. ὁ φρενιτικὸς δὲ οὐ δύναται διά τε τὸ μὴ σύνηθες εἶναι,
7. καθάπερ ἄλλοις, οὕτω καὶ τῷ Ἱπποκράτει πυρετοῦ ἰδέαν
8. ὀνομάζειν τὴν φρενῖτιν, οὔτε ἀπὸ συμπτώματος, ὥσπερ ὁ
9. τὰς φλυκταίνας γεννῶν εἴη λελεγμένος, ἐν ταῖς εἰρημέναις
10. διαφοραῖς αὐτὸν περιέχεσθαι, καθάπερ καὶ τοὺς ἄλλους ὧν
11. ἀρτίως ἐμνημόνευσεν. εὑρίσκεται γὰρ ὁ τῶν φρενιτικῶν
12. πυρετὸς τὴν θερμασίαν ἔχων δακνώδη διὰ παντὸς ὁμοτόνως
13. ἐν παντὶ χρόνῳ τῆς ἐπιβαλλομένης ἁφῆς, ὥστ’ εἰρῆσθαι
14. πρῶτον ἁπάντων αὐτῶν. οὐκοῦν οὐδ’ ὅσοι τοὺς ἁλμυρώδεις
15. πυρετοὺς εἰρῆσθαί φασιν ἀπὸ τῆς αὐτοῖς τοῖς κάμνουσιν
16. ἐν τῷ στόματι γινομένης αἰσθήσεως, ἀποδεξόμεθα
17. τὴν ἐξήγησιν αὐτῶν. φαίνεται γὰρ ὁ Ἱπποκράτης ἁπάσας
18. ἐφεξῆς τὰς πρὸς χεῖρα διαγνώσεις εἰρηκέναι, κατὰ τὴν τῆς 
1. θερμασίας διαφορὰν, ἐν ᾖ τὸ γένος ὅλον ἐστὶ καὶ ἡ οὐσία
2. τῶν πυρετῶν. εἰ γὰρ καὶ τὸν λοιμώδη δεξαίμεθα λελέχθαι
3. πεμφιγώδη, τὴν μὲν προσηγορίαν ἀπὸ συμβεβηκότος ἕξει,
4. τὸ δ’ εἶδος αὐτὸ κατὰ τὴν οἰκείαν οὐσίαν τῶν πυρετῶν.
5. κατὰ τὸν αὐτὸν δὲ λόγον οὐδὲ οἱ τοὺς ἁλμυρώδεις εἰρῆσθαι
6. φάντες, ὅσοι πάνθ’ ὅσων ἂν ὁ κάμνων γεύηται φαίνεσθαι
7. ποιοῦσιν ἁλμυρὰ, τῶν προκειμένων ἐν τῇ νῦν διδασκαλίᾳ
8. διαφορῶν τοῦ πυρετοῦ μνημονεύουσι, καὶ εἴπερ ἐν τῇ τῶν
9. πυρετῶν διαφορᾷ καὶ τούτους ὁ Ἱπποκράτης ἐτίθετο, πάντως
10. ἂν κᾀκείνους ἅμ’ αὐτοῖς εἶπεν, ἐφ’ ὧν καὶ τὸ σίαλον
11. αὐτὸ καὶ πάνθ’ ὅσων ἂν γεύηται, πικρὰ φαίνεται. ταύτας
12. μὲν οὖν τὰς διαφορὰς οὐκ ἐν ταῖς τῶν πυρετῶν, ἀλλ’ ἐν
13. ταῖς τῶν χυμῶν διαγνώσεσιν ἄμεινον τίθεσθαι, τοὺς δὲ
14. πυρετοὺς ἐν τῇ τῆς θερμασίας. ὥσπερ γὰρ οἱ χυμοὶ τῆς
15. γεύσεως εἰσὶν αἰσθητὰ, κατὰ τὸν αὐτὸν λόγον οἱ πυρετοὶ
16. τῆς ἁφῆς. ὅτι δὲ τὸ δεινοὶ καλῶς προσέθηκαν οἱ περὶ
17. τὸν Σαβῖνον οὕτως γράψαντες τὴν λέξιν, οἱ δὲ πεμφιγώδεες
18. ἰδεῖν δεινοὶ καὶ πρόσθεν μὲν εἶπον, ἀλλὰ καὶ νῦν ἀναμνήσω.
1. δεινοὺς γὰρ ἰδεῖν αὐτοὺς εἰρῆσθαι, πρὸς ἡμῶν μὲν,
2. ἐὰν μετὰ φλυκταινῶν καὶ ἑλκώσεων γίνωνται, κατ’ αὐτοὺς
3. δὲ, ὅταν παρακόπτωσι καὶ φοβερὸν ἐμβλέπωσι. περὶ δὲ
4. τούτων ἀμφοτέρων ἥντινα χρὴ γνώμην ἔχειν, προειρήκαμεν.
5. ὁμοίως δὲ ἥμαρτον καὶ οἱ πνευματώδεις μὲν αὐτοὺς εἰρῆσθαι
6. λέγοντες, οὐ πρὸς τὴν ἁφὴν τὴν διάγνωσιν ἀναφέροντες,
7. ἀλλ’ ἐπὶ δυσπνοίας εἴδη, ἐν ᾗ μέγα καὶ πυκνὸν γίνεται
8. τὸ πνεῦμα. πιθανώτατον οὖν ἐστὶν ἢ πρὸς τὴν ἁφὴν
9. πνευματώδη νομίζειν ἢ τὸν λοιμώδη λελέχθαι πεμφιγώδη.
10. προστεθέντος δὲ κατὰ ῥῆσιν τῷ πεμφιγῶδες τοῦ δεινοὶ,
11. ὁ λοιμώδης μόνος ἐστὶ δηλούμενος, οὗ τὸ πρὸς ἄλλους διαφέρον
12. ἐστὶ τὸ σηπεδονῶδες εἶναι τὸ θερμὸν, οἷόνπερ καὶ
13. τῷ νῦν γινομένῳ πολυχρονιωτάτῳ λοιμῷ. διὰ τοῦτο
14. οὖν οὐδὲ θερμοὶ καὶ διακαεῖς ἐνεφαίνοντο τοῖς ἁπτομένοις
15. οἱ λοιμώττοντες, καίτοι τά γ’ ἔνδον ἰσχυρῶς διακαιόμενοι,
16. καθάπερ καὶ ὁ Θουκυδίδης ἔφη· καὶ τοῦ μὲν ἔξωθεν ἁπτομένῳ
17. σῶμα οὔτ’ ἄγαν θερμὸν ἦν οὔτε χλωρὸν ἦν, ἀλλ’
1. ὑπέρυθρον, πελιδνὸν, φλυκταίναις σμικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός.
2. τὰ δὲ ἐντὸς οὕτως ἐκαίετο, ὥστε μηδὲ τῶν πάνυ
3. λεπτῶν ἱματίων καὶ σινδονίων τὰς ἐπιβολὰς, μήτ’ ἄλλο τι
4. ἢ γυμνοὶ ἀνέχεσθαι. εἴρηταί γε μὴν ἡ πέμφιξ κᾀν ταῖς
5. ἰδίαις γνώμαις ἃς εἰς Εὐρυφῶντα τὸν καὶ ἰατρὸν ἀναφέρουσι
6. κατὰ τήνδε τὴν λέξιν· οὐρέει ὀλίγον ἑκάστοτε καὶ κάει
7. καὶ ἐφίσταται πέμφιξ οἷον ἐλαίου χλωρῆς ὥσπερ ἀράχνιον.
8. ἐοίκασι γοῦν οὗτοι πέμφιγα καλεῖν οὐχ ὅλην τὴν φλύκταιναν,
9. ἀλλὰ μόνον τὸ περιγράφον αὐτὴν ἔξωθεν ἀραχνίῳ
10. παραπλήσιον. συντελέσας δ’ οὖν ὁ Ἱπποκράτης τὰς οἰκειοτάτας
11. τε καὶ πρώτας διαφορὰς τῶν πυρετῶν, ἑξῆς ἐπὶ
12. τὰς κατὰ χρόαν μεταβάς φησιν, οἱ δὲ ἐξέρυθροι οἱ δὲ ἔξωχροι,
13. οἱ δὲ πελιοί. ἐξερύθρους μὲν εἶπεν οὐχ ἁπλῶς ἐρυθροὺς
14. καὶ μετὰ τούτους ἐξῆς πάλιν ἐξώχρους, οὐκ ὠχροὺς,
15. πελιοὺς δ’ ἁπλῶς οὐδὲν αὐτοῖς ἐπιτάσεως τοῦ δηλουμένου
16. προσθεὶς, ὡς εἰ καὶ πελιδνοτάτους τούτους εἰρήκει. τοῦτο
17. μὲν γὰρ ἀεὶ μοχθηρὸν τὸ χρῶμα. τὸ δὲ τῶν ἐρυθρῶν τε
1. καὶ ὠχρῶν σύνηθες. οἱ δὲ ἐξέρυθροι, τουτέστιν οἱ σφοδρῶς
2. ἐρυθροὶ, σφοδροτάτην μὲν ἐμφαίνουσι τὴν θερμασίαν, τὴν
3. δ’ ὕλην αἷμα, καθάπερ οἱ ἔξωχροι τὴν ὠχρὰν χολήν. ἐπισκέπτου
4. δὲ ἐπ’ αὐτῶν τὰ διαχωρούμενα, κᾂν μὲν μετὰ
5. χολῆς εὑρίσκῃς, ἐξ ἀναχύσεως αὐτῆς γίνωσκε τὴν κατὰ φύσιν
6. χροιὰν ὑπηλλάχθαι, ἐὰν δὲ ἄνευ χολῆς, τὴν ἐν διαφορᾷ
7. πυρὸς τίθεσο τὴν χρόαν. οὗτοι μὲν οὖν οἱ πυρετοὶ
8. μαρασμὸν ἐπιφέρουσιν, ἐὰν μὴ φθάσωσί ποτε μετὰ
9. ῥίγους καὶ ἱδρῶτος κριθῆναι, οἱ δὲ ἐξέρυθροι τῶν συνόχων
10. εἰσὶν ὑπὸ φλεβοτομίας ὠφελούμενοι τῆς ἄχρι λειποψυχίας
11. ἀγούσης. ὡς ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ
12. μεμάθηκας, ἔνθα καὶ ἡ χρεία μεγάλη φαίνεται τῆς τῶν
13. τοιούτων διαφορῶν γνώσεως, ἰδίαν ἑκάστης αὐτῶν ἐχούσης
14. θεραπείαν. οἱ δὲ πελιοὶ τῶν πυρετῶν, ἀπὸ τῆς χρόας καὶ
15. οὗτοι δηλονότι τὴν ἐπωνυμίαν εἰληφότες, ἐλλείπειν σημαίνουσι
16. τὸν αἱματικὸν χυμόν. καὶ δηλονότι σὺν αὐτῷ καὶ
17. τὸ ἔμφυτον θερμὸν καὶ διὰ τοῦτό εἰσιν ὀλέθριοι. ὧν ἔνιοι
18. καὶ τὰς διὰ κενώσεως ἐπιφερομένας συγκοπὰς ἐπιφέρουσι,
1. περὶ ὦν ἔμαθες ἐν τῇ θεραπευτικῇ μεθόδῳ. τοὺς τοιούτους
2. πυρετοὺς Εὐρυφῶν ὀνομάζει πελιὰς γράφων ὧδε· πελιὰς
3. πυρετὸς ἴσχει καὶ βρεγμὸς ἄλλοτε καὶ ἄλλοτε καὶ τὴν κεφαλὴν
4. ἀλγέει καὶ τὰ σπλάγχνα ὀδύνη ἴσχει καὶ ἐμέει χολὴν
5. καὶ ὅταν ὀδύνη ἔχῃ, ἐνορᾷν οὐ δύναται ὅτι βαρύνεται,
6. καὶ ἡ γαστὴρ ξηρὴ γίνεται καὶ ὁ χρὼς πελιὸς ἅπας καὶ τὰ
7. χείλεα οἷάπερ μόρα τρώξαντι καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ
8. πελιὰ καὶ ἐξορᾷ ὥσπερ ἀπαγχόμενος, ὅτε δὲ ἧσσον τοῦτο
9. πάσχει, καὶ μεταβάλλει πολλάκις. ἀλλὰ κᾀν τῷ περὶ νούσων
10. Ἱπποκράτει γεγραμμένῳ τῷ δοκοῦντι τοῖς περὶ τὸν
11. Διοσκορίδην ὑφ’ Ἱπποκράτους γεγράφθαι τοῦ Θεσσαλοῦ
12. υἱέος εἴρηταί τις νόσος πελιή. τοῦ βιβλίου δέ ἐστιν ἡ
13. ἀρχὴ ἥδε· οὐρέεται πολλὴν, ὅταν ὑπερθερμανθῇ ἡ κεφαλή.
14. περὶ δὲ τῆς πελιῆς νόσου κατὰ λέξιν οὕτω γράφει.
15. πελιὴν πυρετὸς ἴσχει ξηρὸς καὶ φρὶξ ἄλλοτε καὶ ἄλλοτε καὶ
16. τὴν κεφαλὴν ἀλγέει καὶ τὰ σπλάγχνα ὀδύνη ἴσχει
17. καὶ ἐμέει χολὴν, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, οὐ δύναται ἐνορᾷν,
18. ἀλλὰ βαρύνεται, καὶ ἡ γαστὴρ ξηρὰ γίνεται καὶ ἡ χρόα
1. πελιδνὴ καὶ τὰ χείλεα καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιδνὰ
2. καὶ ἐξορᾷ ὡς ἀγχόμενος. ἐνίοτε καὶ τὴν χρόαν μεταβάλλει,
3. καὶ ἐκ πελιδνοῦ ὑπόχλωρος γίνεται. τινὲς δὲ πάλιν ἐνταῦθα
4. μοχθηρῶς ἐξηγήσαντο πελιὸν πυρετὸν, ἐφ’ οὖ τὰ διαχωρήματα
5. πελιὰ φαίνεται. τούτοις γὰρ ἀκόλουθόν ἐστι καὶ
6. μέλανα καλεῖν πυρετὸν, ἐφ’ οὖ μελάνων ἔκκρισις γίνεται.
7. καταλείπεται οὖν ἔτι τὸ τέλος τῆς ῥήσεως ἐξηγήσασθαι,
8. γεγραφότος αὐτοῦ καὶ τὰ ἄλλα καὶ τὰ τοιαῦτα, τουτέστι
9. τοῖς εἰρημένοις. εἰρήκει δ’ ὑστέρας τὰς κατὰ τὴν χρόαν
10. διαφορὰς, οὐ κατὰ τὴν οὐσίαν αὐτὴν οὔσας τῶν πυρετῶν,
11. ἐγγυτέρω γε μὴν τῶν ἄλλων τῶν ἀπό τινος συμβεβηκότος
12. γινομένων, ὥσπερ ὅταν ἤτοι διαλείποντας ἢ συνεχεῖς λέγωμεν
13. εἶναι τοὺς πυρετούς. καὶ τῶν διαλειπόντων τὸν μὲν
14. τριταῖον, τὸν δὲ ἀμφημερινὸν, τὸν δὲ τεταρταῖον, καὶ τῶν
15. συνεχῶν τὸν μὲν ἡμιτριταῖον, τὸν δὲ καυσώδη, τὸν δὲ κρυμνώδη,
16. τὸν δὲ τυφώδη, τὸν δὲ λοιμώδη, τὸν δὲ ἑλεώδη,
17. τὸν δὲ ἠπίαλον. ὁ δὲ Πραξαγόρας καὶ φρενιτικοὺς καὶ ληθαργικοὺς 
1. καὶ πρός γε τούτοις ἰκτερικούς τινας ὀνομάζει
2. πυρετοὺς ἐν ταῖς διαφοραῖς τῶν ὀξέων. οἱ δὲ νεώτεροι καὶ
3. συνοχόν τινα καλοῦσι πυρετὸν οὐ μόνον συνεχῆ, καὶ διαφοράς
4. γε αὐτοῦ τίθενται τόν τε ὁμότονον ἢ ἀκμαστικὸν
5. ὀνομαζόμενον καὶ τὸν ἐπακμαστικὸν καὶ τὸν παρακμαστικὸν.
6. καθ’ ἑκατέραν δ’ αὖ τομὴν κοινὴν καὶ πρὸς τὰς ἄλλας νόσους
7. ἐνίους μὲν ὀξεῖς πυρετοὺς ὀνομάζομεν, ἐνίους δὲ χρονίους
8. καὶ κατ’ ἄλλην, εὐήθεις τε καὶ κακοήθεις. καὶ μέντοι
9. καί τινας μὲν τεταγμένους ἢ ἀτάκτους, ἄλλους δ’ αὖ πάλιν
10. περιοδίζοντας καὶ πεπλανημένους. ἔνιοι δὲ τῶν παλαιῶν
11. καὶ τοὺς ἀπὸ διαφερόντων μορίων ἀναπτομένους ἀπ’ ἐκείνων
12. ὠνόμαζον, πλευριτικόν τινα πυρετὸν λέγοντες, ἡπατικόν
13. τε καὶ σπληνικὸν, ἑτέρους δ’ ἀπὸ ξυμπτώματος κωματώδους,
14. καταφορικὸν, ληθαργικὸν, φρενιτικὸν, ἰκτερικόν. ὑπὲρ
15. ὧν ἁπάντων ἐν ταῖς περὶ αὐτῶν πραγματείαις ἔμαθες. ἐν
16. δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ τὰ τῆς ἐξηγήσεως αὐτάρκως πεπέρανται.
17. πρὸς γὰρ τῷ τὴν ἐμὴν γνώμην ἀποφῄνασθαι καὶ
1. τῶν ἐνδόξων ἐξηγητῶν ἐμνημόνευσα, τοὺς ἄλλους ἅπαντας
2. παραλιπὼν ὅσοι περὶ διαφορᾶς πυρετῶν ἀπεφῄναντό τι χωρὶς
3. ὑπομνημάτων ἐξηγητικῶν, ἐν οἷς ἐστὶ καὶ Ἀρχιγένης,
4. ὧν ἐν ἑτέρᾳ πραγματείᾳ μνημονεύσω.

Cliquer un n° de page pour en afficher l’image