13. Οἱ φοξοὶ οἱ μὲν κρατεραύχενες ἰσχυροὶ καὶ τἄλλα καὶ τοῖσιν
14. ὀστέοισιν, οἱ δὲ κεφαλαλγέες καὶ ὠτόῤῥυτοι, τουτέοισι
15. ὑπερῶαι κοῖλαι καὶ ὀδόντες παρηλλαγμένοι.
1. Κᾀνταῦθα πάλιν οὐδὲν διαφέρει πότερα κρατεραύχενες
2. ἐν πέντε συλλαβαῖς ἢ κρατραύχενες ἐν τέτρασί τις γράψειε.
3. τοὺς γὰρ κρατεροὺς ἔχοντας τοὺς αὐχένας, ὅπερ ἐστὶν
4. ἰσχυροὺς, ἑκατέρα τῶν φωνῶν σημαίνει. τὸ μέντοι μακραύχενες,
5. ὅπερ ἔνιοι γράφουσι τὴν παλαιὰν ὑπαλλάττοντες
6. γραφὴν, οὐ ταὐτὸν δηλοῖ. κρατερὸς μὲν γὰρ αὐχὴν ὁ ἰσχυρὸς
7. ὀνομάζεται, διὰ σκληρότητα καὶ μέγεθος ὀστῶν τοιοῦτος
8. γινόμενος τοὐπίπαν. οὕτως δ’ ἔχουσι καὶ οἱ περικείμενοι
9. τοῖς ὀστέοις μύες τε καὶ τένοντες καὶ σύνδεσμοι. μακροὶ δ’
10. αὐχένες οὐχ ὅπως ἐν ἀρετῆς μέρει γίνονται, ἀλλὰ καὶ
11. μοχθηροὶ τοὐπίπαν εἰσὶ, παραπλησίως τῷ στενῷ καὶ μακρῷ
12. θώρακι. καὶ γὰρ καὶ τοῦτον εὐρὺν εἶναι προσῆκεν,
13. οὐ πλατὺν μόνον ἢ μακρόν. εὐρὺς δ’ ἐν τῇ κατὰ βάθος
14. τε καὶ πλάτος διαστάσει καὶ θώραξ καὶ αὐχὴν καὶ πᾶν
15. ὁτιοῦν ἄλλο γίνεται μόριον, ὅταν ἀνάλογον ἀλλήλοις αὐξηθῇ
16. ταῦτα. πάντως δ’ ἐπ’ αὐτῶν ἐστι καὶ τὸ μῆκος, ἤτοι μεῖζον
17. ἢ ἴσον γε τοῖς συμμέτρως ἔχουσιν. ὁ μὲν οὖν θώραξ
18. τῶν ἐντυγχανόντων ἡμῖν ἀνθρώπων οὐ φαίνεται, πρὶν γυμνωθῆναι
1. τὸ σῶμα. τὴν δὲ κεφαλὴν εὐθέως ὁρῶμέν τε
2. καὶ γνωρίζομεν ὅ τί περ ἂν ἔχῃ κατά τε τὴν διάπλασιν
3. καὶ τὸ μέγεθος σφάλμα· κατὰ μὲν τὸ μέγεθος, εἴτε σμικροτέρα
4. τοῦ προσήκοντος ἢ μείζων γεγονυῖα, κατὰ δὲ τὴν
5. διάπλασιν ἢ ἀκριβῶς στρογγύλην, τήν τε κατὰ μέτωπον
6. ἐξοχὴν καὶ τὴν κατὰ τὸ ἰνίον ἀπολωλεκυῖα τελέως, ἢ φοξὴ
7. προμηκεστέρας τοῦ δέοντος ἔχουσα τὰς ἐξοχὰς, ἤτοι γ’ ἀμφοτέρας
8. ἢ τὴν ἑτέραν ἢ μίαν ἔχουσα μόνην, ἀπολωλεκυῖα
9. δὲ τὴν ἑτέραν. ἐπὶ μὲν οὖν τῆς μείζονός τε καὶ φοξῆς
10. ἐπισκέπτεσθαι προσήκει τό τε ποσὸν τῆς ὑπεροχῆς καὶ τὴν
11. τοῦ αὐχένος ὑπεροχὴν, εἰς τὸ διαγνῶναι πότερον ἄμεινον
12. αὐτοῖς ἢ χεῖρον ἡ κεφαλὴ κατεσκεύασται. δέδεικται γὰρ
13. ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασιν οὐ μικρὰ χρεία γινομένη
14. τοῖς ἰατροῖς ἔκ τε τοιαύτης γνώσεως εἰς φυλακὴν τῆς τοῦ
15. μέρους ὑγείας καὶ τὴν ἐσομένην ἐπανόρθωσιν, εἰ φθάσειέ
16. ποτε μαθεῖν. ἐπὶ δὲ τῆς ἐναργῶς μικρᾶς ἐγνωκέναι μὲν
17. χρὴ τὴν σμικρότητα, προσεπισκέπτεσθαι δὲ ἐκ περιουσίας
18. καὶ τὰ κατὰ τὸν τράχηλον. ἐπειδὴ στελέχει παραπλησίως
1. ἡ ῥάχις ὡς ἐκ ῥιζώσεως πέφυκε τῆς κεφαλῆς. ἔμαθες γὰρ
2. ἐξ ἐγκεφάλου τῷ νωτιαίῳ μυελῷ τήν τε τῆς γενέσεως ἀρχὴν
3. εἶναι καὶ τὴν τῶν δυνάμεων χορηγίαν. περιέχουσι δὲ
4. τοῦτον οἱ σπόνδυλοι λεπτὸν μὲν ὄντα μικροὶ, παχὺν δὲ
5. γενόμενον εὐρεῖς. ὥσπερ οὖν ὁ μέγας μὲν θώραξ εὐρυχωρίαν
6. τε μεγάλην ἔνδοθεν ἔχει, καθ’ ἣν ἄθλιπτα καὶ μεγάλα δύο
7. σπλάγχνα περιέχεται πνεύμων καὶ καρδία. ὁ δὲ σμικρὸς
8. ἀνάλογον αὐτῷ καὶ ταῦτα ἔχει σμικρά τε καὶ στενοχωρούμενα.
9. κατὰ τὸν αὐτὸν τρόπον ἡ κεφαλὴ καὶ ἡ ῥάχις ἀνάλογον
10. ἑαυταῖς ἔχουσιν ἐγκέφαλόν τε καὶ νωτιαῖον. ὅταν μὲν
11. εἰς μέγεθος ἐπιδῶσιν, αὐτούς τε μεγάλους εὐρείας τε τὰς
12. τοῦ πνεύματος χώρας ἐν αὐτοῖς ποιοῦσιν, αἱ δὲ σμικραὶ
13. τἀναντία. φαίνεται δὲ καὶ τὰ τῆς διανοίας βεβλαμμένα
14. τοῖς ἐναργῶς ἔχουσιν, ἤτοι πάνυ μεγάλας ἢ πάνυ σμικρὰς
15. τὰς κεφαλάς. ἀλλ’ αἱ μὲν σμικραὶ μοχθηραὶ διὰ παντός,
16. αἱ δὲ μεγάλαι γένοιντ’ ἄν ποτε κατὰ τὸ σπάνιον ἐπὶ ῥώμῃ
1. τε τῆς κατὰ ταῦτα δυνάμεως καὶ πλήθει τῆς ὕλης, ἐξ ἧς
2. διεπλάσθησαν, ὅπερ ὑπάρξαι φασὶ καὶ Περικλεῖ τῷ Ἀθηναίῳ
3. συνετωτάτῳ γενομένῳ. σκώπτεται γοῦν ὑπὸ τῶν κωμικῶν
4. ἐπὶ μεγέθει κεφαλῆς. ἔτι δὲ μᾶλλον, ἐὰν καὶ τὸ
5. κατὰ φύσιν σχῆμα φυλάττῃ καὶ τὸν αὐχένα κρατερὸν ἔχῃ
6. καὶ τοὺς ὀφθαλμοὺς δεδορκότας δριμὺ, γνωστέον ἄριστα
7. διακεῖσθαι τὴν τοιαύτην κεφαλήν. αἱ δὲ φοξαὶ, καὶ γὰρ
8. καὶ τούτων ἔφην τινὰς οὐκ εἶναι μεμπτὰς, γίνονται μὲν
9. ὑπαλλαττομένης κατά τι τῆς ἀρίστης διαπλάσεως, ἥτις
10. ἔοικε προμήκει σφαίρᾳ τεθλιμμένῃ καθ’ ἑκάτερον οὔσῃ·
11. ἤτοι δὲ λείπουσαν ἔχουσι τὴν κατ’ ἰνίον ἢ μέτωπον ἐξοχὴν
12. ἢ περαιτέρω τοῦ προσήκοντος ηὐξημένην. ὡς τὸ
13. πολὺ μὲν οὖν, ἔφην, ὥσπερ τὴν μεγάλην, οὕτω καὶ ταύτας
14. εὑρήσεις μεμπτάς. ἐν δὲ τῷ σπανίῳ γίνονται καὶ τούτων
15. τινὲς ἀγαθαὶ, τῆς διαπλαττούσης δυνάμεως τὴν ὕλην, ἐξ ἧς
16. ἐγενήθη κυούμενος ὁ ἄνθρωπος, ἰσχυρᾶς ὑπαρχούσης, ὡς
17. μὴ νικηθῆναι τῷ πλήθει τοῦ ῥυέντος ἐπὶ τὸ χωρίον αἵματος,
1. ἀλλ’ ἐξαρκέσαι τε καὶ ἀντισχεῖν αὐτὸ καὶ διαπλάσαι
2. καλῶς. ἐπεὶ τοίνυν ἤτοι διὰ τὴν ἔνδειαν ὁποτέρας τῶν ἐξοχῶν
3. ἢ διὰ τὴν ἐπαύξησιν αἱ φοξαὶ γίνονται κεφαλαὶ, πρῶτον
4. μέν σε χρὴ προσέχειν τὸν νοῦν πότερον αὐξηθείσης ἢ
5. μειωθείσης, οὐ μεμπτὸν δ’ ἀεὶ, τὸ προσαυξηθείσης.
6. ἀλλὰ συνεπισκέπτεσθαι χρὴ τηνικαῦτα πρῶτον μὲν
7. τὴν εὐσχημοσύνην τῆς ἐπαυξήσεως· αἱ γὰρ ἀπρεπεῖς ἐπαυξήσεις
8. εἰσι μοχθηραὶ· δεύτερον δὲ πότερον ἡ κατ’ ἰνίον
9. ἐξοχὴ τῆς κεφαλῆς αὐτῆς γέγονε μείζων ἢ τὸ κατὰ πρόσωπον
10. μέρος ηὔξηται, βέλτιον εἶναι νομίζοντα αὐξηθῆναι τὴν
11. κατ’ ἰνίον. αὐτίκα γὰρ ἥ τε κυριωτάτη τῶν κοιλιῶν ἐστὶ
12. τοῦ ἐγκεφάλου καὶ ἡ τοῦ νωτιαίου μυελοῦ ῥίζωσις. εἶτα
13. καθεξῆς σκοπεῖν τὸν αὐχένα πότερον ἀσθενὴς ἢ κρατερός
14. ἐστιν. ἐὰν γὰρ ἥ τ’ ἐξοχὴ μήτ’ ἀσχήμων ᾖ μήθ’ ὑπερβαλλόντως
15. μεγάλη, γεναῖός τε αὐτὴν ἐκδέχεται τράχηλος,
16. ἀποδέχου τὴν ὀξότητα τῆς τοιαύτης κεφαλῆς. ἰσχυροὺς γὰρ
17. εὑρήσεις τούτους τά τε ἄλλα κᾀν τοῖς ὀστοῖς. ἐπίσκεψαι
1. δ’ ἐνταῦθα τίνα λέγει τὰ ἄλλα, πότερα τὰ κατὰ θώρακα
2. καὶ ἧπαρ, ὡς εἶναι τὰς τρεῖς ἀρχὰς τοῖς τοιούτοις γενναίας,
3. οὐ μόνον τὴν κατὰ τὸν ἐγκέφαλον· ἢ τἄλλα μόνα λέγει διὰ
4. τὰ τὴν πρώτην ἀρχήν τε καὶ γένεσιν ἐκ τῆς κεφαλῆς ἔχοντα.
5. ταῦτα δέ ἐστι νωτιαῖος καὶ νεῦρα καὶ σὺν αὐτοῖς ἡ τῶν
6. ὀστῶν οὐσία καὶ ἡ τῶν μυῶν, ἅπερ ἐξ ἀνάγκης συναυξάνεται
7. καὶ συγκρατύνεται τῇ κεφαλῇ. καὶ ταῦτα δὲ εὑρήσεις
8. ὡς τὸ πολὺ συναυξανόμενα. τοῦ γὰρ αἵματος, ἐξ οὗ διεπλάσθησαν
9. τὰ κατὰ τὴν κεφαλὴν, ὄντος πολλοῦ τε καὶ εὐχρήστου
10. καὶ τὴν ζωτικὴν δύναμιν, ἣν ἐκ καρδίας ἐδείξαμεν
11. ὁρμᾶσθαι καὶ τὴν φυσικήν τε καὶ θρεπτικὴν ὀνομαζομένην,
12. ἣν ἐξ ἥπατος ἔμαθες ἐπιῤῥεῖν ταῖς φλεψὶν, εὔλογον ὑπάρχειν
13. εὐθὺς ἐξ ἀρχῆς ἰσχυρᾶς. καὶ δὴ τῷ τοιούτῳ ζώῳ τὰ
14. ὡς θεμέλια τοῦ παντὸς σώματος ἀναγκαῖον εἶναι γενναῖα.
15. τῆς δ’ ἐναντίως ἐχούσης κεφαλῆς, κατά τε τὸ μοχθηρὸν
16. σχῆμα καὶ τὴν μικρότητα, προσεπισκέψασθαι τά τε καθ’
17. ὑπερῶαν ἐν τῷ στόματι χωρία. καλεῖται δ’ οὕτως τὸ μέρος
18. ἐκεῖνο τῆς ὑψηλῆς χώρας αὐτοῦ, ὅσον ὑπὲρ τὰς ἐκ τῆς
1. ῥινὸς εἰς αὐτὸ συντερήσεις ἐστὶ μετέωρον. εὑρήσεις γὰρ οὖν
2. καὶ τοῦτο κοῖλον, ἐφ’ ὧν ἡ φοξότης ὀξεῖά τε καὶ ἀσχήμων
3. ἐγένετο. καὶ γὰρ οὖν καλοῦσιν οἱ ἄνθρωποι τούτους μάλιστα
4. φοξούς. ἐπὶ πολλῶν δὲ καὶ ὀδόντες παρηλλαγμένοι
5. φαίνονται, τουτέστιν οὐ κατ’ εὐθὺ τοῖς ἄνωθεν οἱ κάτωθεν
6. οὔθ’ οἱ τομεῖς τοῖς τομεῦσιν οὔθ’ οἱ κυνόδοντες τοῖς κυνόδουσι
7. οὔθ’ αἱ μύλαι ταῖς μύλαις, ἀλλ’ οἷον ἀνεσπασμένον
8. τε ἅμα καὶ διεστραμμένον αὐτοῖς φαίνεται τὸ στόμα. τούτους
9. οὖν εὑρήσεις κεφαλήν τε συνεχῶς ἀλγοῦντας καὶ
10. ῥευματιζομένους τὰ ὦτα, ποτὲ μὲν ἰχῶρι λεπτῷ καὶ
11. ὑγρῷ, ποτὲ δὲ οἷον πυώδει τε καὶ δυσώδει, τῶν ἀσθενῶν
12. μορίων εἰωθότων καὶ πολὺ καὶ μοχθηρὸν περίττωμα
13. γεννᾷν. ὁπότ’ οὖν σαφὴς ἐγένετο ἡ ῥῆσις, μικρόν
14. τι προσθεὶς ἐπ’ ἄλλην μεταβήσομεν. τὸ δὲ μικρὸν τοῦτ’
15. ἐστὶν ἀνάμνησις ἑνὸς τῶν εἰρημένων μοι κατὰ τὴν ἀρχὴν
16. τοῦδε τοῦ λόγου. φαίνεται γὰρ ἤδη σαφῶς ὑπομνήματι
17. μᾶλλον ἢ συγγράμματι τὸ προκείμενον ἐοικέναι βιβλίον,
1. ἑαυτῷ τινὰ γράφοντος εἰς ἀνάμνησιν τοῦ Ἱπποκράτους, ὡς
2. ἕκαστον ἔτυχεν ἤτοι θεασάμενος ἢ διὰ λογικῆς σκέψεως
3. ἐξευρών. οὐδὲν γὰρ οὐδ’ ἐγγὺς οἰκεῖόν ἐστι τῇ πρώτῃ ῥήσει
4. πρὸς τὴν δευτέραν, καθάπερ οὐδὲ τῇ τρίτῃ πάλιν πρὸς ταύτας.