7. Αἱ ξυντάσιες τοῦ σώματος καὶ οἱ σκληρυσμοὶ τῶν ἄρθρων
8. κακὸν καὶ αὐτὸς διαλελυμένος καὶ αἱ κατακλάσιες τῶν
9. ἄρθρων κακόν.
11. Τῷ μὲν οὖν συντεταμένῳ τὸ κεχαλασμένον
12. ἐστὶν ἐναντίον, τῷ σκληρῷ τὸ μαλακόν. αὐτὸς γοῦν ἐν τοῖς
13. ἑξῆς ἐρεῖ δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις.
14. εἴτε δέρμα συντεταμένον εἴτε ἄρθρον εἴτε σῶμα λέγοιτο,
15. πρὸς τὸ κατὰ φύσιν ἔχον αὐτὸ παραβάλλοντες οὕτως
16. εἰρῆσθαι νοήσομεν. ὅπερ οὔτε συντεταμένον, οὔτε κεχαλασμένον,
17. ἀλλὰ συμμέτρως ἔχον ἐστί. συντείνεται μὲν
1. οὖν τὰ συντεινόμενα ποτὲ μὲν δι’ οἰκείαν διάθεσιν, ἔστι
2. δ’ ὅτε πρός τινων ἑτέρων ἑλκόμενα· διὰ μὲν τὴν οἰκείαν
3. διάθεσιν, ὅταν ἤτοι παγῇ διὰ ψύξιν ἰσχυρὰν ἢ ξηρανθῇ
4. διά τι τῶν ξηραινόντων αἰτίων. ἔστι γὰρ ὡς ἔμαθες πλείω,
5. τείνεται δὲ ὑπὸ τῶν συνεχῶν ἔνια ξηραινομένων ἢ φλεγμαινόντων
6. ἢ πηγνυμένων. ἔμπαλιν δὲ χαλαρὰ γίνεταί τινα
7. παρὰ τὸ κατὰ φύσιν ὑγρότητι πολλῇ διαβρεχόμενα χωρὶς
8. ψύξεως. σκληρύνεται δὲ τὰ σκληρυνόμενα ξηραινόμενα διὰ
9. ψύξιν ἢ σκίῤῥον ἢ ξηρότητα. φλεγμονὴ γὰρ οὐ σκληρὸν,
10. ἀλλ’ ἀντίτυπον ἐργάζεται τὸν ὄγκον, ὁμοίως τοῖς πεπληρωμένοις
11. ἀσκοῖς ὑγρᾶς οὐσίας ἢ ἀέρος. ὥσπερ δὲ τῷ σκληρῷ
12. παραπλήσιον φαινόμενον τὸ ἀντίτυπον ἀπὸ κοινοῦ συμβεβηκότος,
13. ἐπειδὴ καὶ τὸ σκληρὸν ἀντίτυπόν ἐστι, πάμπολυ
14. διαλλάττει κατὰ τὴν οἰκείαν φύσιν, οὕτως καὶ τῷ μαλακῷ
15. σώματι τὸ ἔκλυτον ὁμοιότητά τινα ἔχον ὡς πρὸς τὴν αἰσθητὴν
16. φαντασίαν οὐ τὴν αὐτὴν ἔχει διάθεσιν. ἀῤῥωστούσης
17. γὰρ τῆς τοὺς μῦς κινούσης δυνάμεως ἔκλυτά τε καὶ
18. πάρετα φαίνεται κείμενα τὰ τῶν ἀῤῥώστων σώματα. ταύτην
1. μὲν οὖν τὴν διάθεσιν ἐδήλωσεν εἰπὼν, καὶ αὐτὸς διαλελυμένος,
2. ἐφεξῆς δὲ σαφῶς ἔφη, καὶ αἱ κατακλάσιες τῶν ἄρθρων.
3. ἔνιοι δὲ τὴν τρίτην συλλαβὴν οὐ διὰ τοῦ α γράφουσι
4. κατακλάσιες, ἀλλὰ διὰ τοῦ ι κατακλίσιες. ὅπως δὲ
5. ἄμεινόν ἐστι γράφειν εὑρήσομεν, ἀναμνησθέντες τῶν εἰρημένων
6. ἐν τῷ προγνωστικῷ περὶ κατακλίσεως ἐν τῇδε τῇ ῥήσει.
7. κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ
8. τοῦ ἰατροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν καὶ
9. τὰς χεῖρας καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα. πρόσχες
10. δὲ ἐνταῦθα τῷ τὰς χεῖρας καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα
11. ἔχοντι. τὸ γὰρ ἤτοι μηδ’ ὅλως ἢ πλέον τοῦ
12. προσήκοντος ἐπικεκάμφθαι μοχθηρὸν ἑκάτερον. ὅτι μὴ
13. κατὰ φύσιν, αὐτὸς γοῦν εἶπεν, οὕτως γὰρ καὶ οἱ πλεῖστοι
14. τῶν ὑγιαινόντων κατακλίνονται, διὰ τοῦτο ἐφεξῆς ἐρεῖ,
15. ὕπτιον δὲ κεῖσθαι καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα ἐκτεταμένα
16. ἔχοντα ἧσσον ἀγαθόν. ἐδείχθη δέ σοι δυνάμεως ἀῤῥωστίαν
17. ἡ τοιαύτη κατάκλισις ἐνδείκνυσθαι καὶ ταύτης ἔτι
1. μᾶλλον ἡ ἐφεξῆς εἰρημένη κατὰ τήνδε τὴν λέξιν· εἰ δὲ
2. καὶ προπετὴς γίνοιτο καὶ καταῤῥέοι ἀπὸ τῆς κλίνης ἐπὶ τοὺς
3. πόδας, δεινότερόν ἐστιν. ταύτας οὖν τὰς κατακλίσεις
4. ἐν τῇ νῦν προκειμένῃ ῥήσει διὰ τῆσδε τῆς λέξεως ἐδήλωσε,
5. καὶ αὐτὸς διαλελυμένος, εἴ γε τὸ τὰς χεῖρας καὶ τὰ
6. σκέλη ὀλίγον ἐπικεκαμμένα ἔχειν ἐπαινεῖται, τὸ περαιτέρω
7. τοῦδε μείζονα κόλασιν ἐμφαίνει τῶν ἄρθρων, οὕτως γὰρ
8. αὐτὴν ὠνόμασεν. ἐν δὲ τῷ προγνωστικῷ κατὰ τήνδε τὴν
9. λέξιν· θανατῶδες δὲ τὸ κεχῃνότα καθεύδειν καὶ τὰ σκέλεα
10. ὑπτίου κειμένου συγκεκαμμένα εἶναι καὶ διαπεπλεγμένα,
11. ὅπερ σημαίνει τὸ διεστῶτα μέχρι πλείονος. εἴτε
12. δὲ συγκεκαμμένα εἴτε διαπεπλεγμένα γράφοι, καθ’ ἑκάτερον
13. ἐμφαίνεται κεκλάσθαι τὰ ἄρθρα. καὶ διὰ τοῦτο ἄμεινόν
14. ἐστι γράφειν ἐνταῦθα, κατακλάσιες τῶν ἄρθρων διὰ
15. τοῦ α, τὸ γὰρ διὰ τοῦ ι κατακλίσιες οὐ πάνυ τι καλῶς
16. ἐπὶ τῶν ἄρθρων λέγεται, τῷ παντὶ σώματι τὰς τοιαύτας
17. προσηγορίας εἰθισμένου τοῦ Ἱπποκράτους, οὐ τοῖς ἄρθροις
18. ἐπιφέρειν.