2. Ὄμματος θράσος παρακρουστικὸν καὶ ῥίψεις καὶ κατακλάσεις
3. κακόν.
5. Τὸ μὲν θράσος παρακρουστικόν ἐστι σημεῖον καὶ μάλιστα
6. ὅταν ἀναιδημόνως γίνηται, καθότι λέλεκται πολλάκις.
7. ἡ δὲ ῥίψις τῶν ὀμμάτων ἐναντίον σύμπτωμά ἐστι τῷ θρασεῖ
8. βλέμματι. δηλοῖ γὰρ τοὺς μὴ δυναμένους ἐπὶ πλέον
9. ἀναπεπταμένους ἔχειν τοὺς ὀφθαλμοὺς ὑπ’ ἀῤῥωστίας τῆς
10. διοικούσης τὰ βλέφαρα δυνάμεως. κατάκλασιν δὲ λέγει τῶν
11. ὀφθαλμῶν, ὅταν διαστρέφηται τὰ βλέφαρα, καθάπερ ἐν τῷ
12. προγνωστικῷ διῆλθεν εἰπὼν, ἢν καὶ καμπύλον γένηται ἢ
13. πελιὸν βλέφαρον ἢ χεῖλος ἢ ῥὶς, κακόν.