7. Ὅσοισιν ὀστέον ἀπὸ ὑπερώης ἀπῆλθε, τουτέοισι μέση ἵζει
8. ἡ ῥίς. ὅσοισι δὲ, ὅθεν οἱ ὀδόντες, ἄκρη σιμοῦται.
10. Τὸ διαφράττον ὀστοῦν τοὺς δύο πόρους τῆς ῥινὸς
11. ἐστήρικται κατ’ ἄλλου τινὸς ὀστοῦ λεπτοῦ, τὴν μὲν ἀρχὴν
12. ἔχοντος ἄνωθεν ἐκ τοῦ μεσοφρύου, τελευτῶντος δ’ ἐπὶ τὸ
13. πέρας τῆς ῥινὸς, ἔνθα τὰ πτερύγια. κατὰ τοῦτο μὲν οὖν
14. τὸ μέρος ἐπίκειται τὸ διάφραγμα τῆς ῥινὸς, ἐκείνοις τοῖς
15. χωρίοις, εἰς ἃ τὰ πέρατα τῶν τομέων ὀδόντων ἀνήκει. τὸ
1. δ’ ἀνωτέρω τούτων ὑπερώα μὲν ὀνομάζεται, στηρίζεται δ’
2. ἐπ’ αὐτῆς τὸ μέσον τοῦ διαφράγματος τῆς ῥινὸς. ἔνθα ἂν
3. οὖν ἀπόληταί τι τῶν στηριζόντων ὀστῶν, καταπῖπτον ἐνταῦθα
4. τὸ διάφραγμα κοίλην ἐργάζεται κατ’ ἐκεῖνο τὸ μέρος
5. τὴν ῥῖνα, καὶ καλεῖται ταύτης τὸ σύμπτωμα σιμότης.