8. Αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἐστὶν οἷσι μεταβολὰς
9. ἴσχουσι καὶ ἄλλας καὶ ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν
10. πληρῶνται σίτου.
12. Ταύτην τὴν γραφὴν ἁπάντων μὲν τῶν ἐξηγητῶν εἰδότων,
13. ἁπάντων δὲ τῶν παλαιῶν ἀντιγράφων ἐχόντων, ἔνιοι
14. τῶν νεωτέρων μεταγράφειν ἐπεχείρησαν ἄλλος ἄλλως, οἱ
15. μὲν ἐπιλήψιες γράφοντες, οἱ δὲ καταλήψιες, οἱ δὲ ἐπιλάμψιες.
16. ἡ δ’ ἐξήγησις αὐῶν ἐπιληψίαν αὐτῷ βούλεται
17. δηλοῦσθαι, παυομένην ὡς τὰ πολλὰ τοῖς ἐκ νηπίου ἔχουσιν
1. αὐτὴν, ἐν τῇ τῆς παιδικῆς ἡλικίας εἰς τὴν ἡβικὴν μεταβολῇ.
2. καὶ γὰρ φαίνεται γινόμενον οὕτως, ἐὰν μή τις ἐν τῷ χρόνῳ
3. τούτῳ πλημμελῶς διαιτώμενος αἴτιος αὐτῷ γένηται τοῦ
4. διαμεῖναι τὸ νόσημα. γίνεται μὲν οὖν ὡς τὸ πολὺ
5. διὰ ψυχρὰν ἐγκεφάλου κρᾶσιν, συνεζευγμένης ὑγρότητος αὐτῇ
6. τὰ πολλά. σπάνιοι γὰρ αἱ ἐκ μορίου τινὸς ὁρμώμεναι,
7. θεραπεύεται δ’ ὅταν ἡβάσκωσιν, ἐὰν καὶ τἄλλα τις ὡς
8. προσήκει πράττῃ, διὰ τὴν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερμότερον
9. μεταβολὴν τῆς κράσεως ὅλου τοῦ σώματος. ὅπως
10. γὰρ ὁ ἀκμάζων θερμότερός ἐστι τοῦ παιδὸς ἔμαθες ἐν τοῖς
11. περὶ κράσεων, ἔνθεν καὶ ὅπως ὁ παῖς οὐκ ἀκμάζοντός ἐστι
12. θερμότερος. ὁ μὲν ἀκμάζων ἁπλῶς θερμότερος, ὁ δὲ παῖς
13. οὐχ ἁπλῶς, ἀλλ’ ὅτι πλέον ἔχει τὸ ἔμφυτον θερμόν. ἐκλάμψεις
14. οὖν τοῦ θερμοῦ βούλονται λέγειν αὐτὸν οἱ καλέσαντες
15. ἑαυτοὺς Ἱπποκρατείους, ἐκ μεταφορᾶς ἀπὸ τῆς ἐκτὸς
16. φλογὸς, ἥτις ὅταν ἐπικρατήσῃ τῆς ὕλης, ὥστε ἑαυτῇ
17. συνεξομοιῶσαι πᾶσαν, ἐξέλαμψέ τε καὶ φανερὰ πᾶσιν ἐγένετο,
1. κατακεκρυμμένη πρόσθεν, ἡνίκα τὴν ὕλην ὑγρὰν οὖσαν
2. ἐξήραινεν. ὁ δέ γε Ζεῦξις, ὡσαύτως δ’ αὐτῷ καὶ τῶν
3. ἐμπειρικῶν τινες, οὐχ οὕτως ἀκούουσι τὴν ἔκλαμψιν, ἀλλ’
4. ἑτέρῳ τινὶ τρόπῳ· μαθήσῃ δὲ τῆς τοῦ Ζεύξιδος ῥήσεως
5. παραγραφείσης ὧδε. νήπια λέγει ὁ Ἱπποκράτης τὰ μέχρι
6. ἥβης, ταῦτα δὲ κατὰ τὸν τοῦ ἡβάσκειν χρόνον ἐκλάμπει,
7. ἐμφατικῶς ἄγαν τῇ μεταφορᾷ χρησάμενος. καὶ γὰρ σαρκοῦται
8. τὰ τηνικαῦτα μᾶλλον καὶ εὐερνέστερα γίνεται καὶ τῷ
9. χρώματι καὶ τῷ εἴδει χαριέστερα καὶ τῇ δυνάμει καὶ λογισμῷ
10. βελτίονα. ἀθρόως δὲ γίνεται τοιαῦτα ὥστε καὶ τῶν
11. εὐειδῶν φύσει τότε μᾶλλον ἐκλάμπει τὸ κάλλος. ὁ δ’ αὐτὸς
12. οὗτος Ζεῦξις νήπιά φησιν εἰρῆσθαι πάντα τὰ παιδία,
13. καθότι καὶ Ἡρόφιλος ὠνόμασεν αὐτὰ οὕτως. καὶ γὰρ περὶ
14. τούτου γράφει τόνδε τὸν τρόπον διὰ ταύτης τῆς λέξεως·
15. φαίνεται νήπια λέγων ὁ Ἱπποκράτης τὰ ἕως ἥβης καὶ οὐχὶ
16. τὰ νεογνὰ μέχρι τῶν πέντε ἢ ἓξ ἐτῶν, ὡς νῦν οἱ πλεῖστοι
17. λέγουσιν. ἤρκει δὲ καὶ ὁ Ἡρόφιλος τὰ τηλικαῦτα
18. λέγων νήπια, δι’ ὧν φησι· τοῖς νηπίοις οὐ γίνεται σπέρματα
1. μεγάλα, καταμήνια, κύημα, φαλακρότης. οὐ γὰρ τοῖς
2. μέχρι τῆς προειρημένης ἡλικίας παραγινομένοις λέγει μὴ
3. γίνεσθαι ταῦτα, τουτέστιν ἀπὸ τῆς πρώτης εὐθέως γενέσεως,
4. ὅπερ τινὲς δεχόμενοι καταγελῶσιν αὐτοῦ, ὡς τὰ πᾶσι
5. γιγνωσκόμενα διδάσκοντος, ὧν ἐστὶ καὶ ὁ Καλλίμαχος, ἀλλὰ
6. τοῖς μέχρις ἥβης, ἐπειδή τινες ὑπέλαβον καὶ ἐν τούτοις
7. ταῦτα γίνεσθαι. ταῦτα μέν σοι καὶ τὰ τοῦ Ζεύξιδος· ἐμοὶ
8. δ’ ὅπως εἰρῆσθαι δοκεῖ τὰ νήπια καὶ πρόσθεν μὲν εἶπον,
9. ἀναλήψομαι δὲ καὶ νῦν ἔτι σαφέστερον τὸν λόγον. τὸ τῆς
10. ἐπιληψίας πάθος ἤτοι κατὰ φυσικὴν γίνεται δυσκρασίαν,
11. ὅταν ὑγρὸς ὁ ἐγκέφαλος ἱκανῶς ᾖ καὶ τηνικαῦτά γε καὶ
12. παιδίων ὀνομάζεται τὸ νόσημα, καθάπερ αὐτὸς ἐδήλωσεν
13. ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ὧδέ πως γράψας·
14. τοῖς παιδίοις συμπίπτειν σπασμούς τε καὶ ἄσθματα, ἃ νομίζουσι
15. τὸ παιδίον ποιέειν καὶ νοῦσον εἶναι. κατὰ ταύτην
16. τὴν ῥῆσιν εὔδηλον ὅτι προσυπακοῦσαι δεῖ τὸ παιδίων πάθος,
17. ὡς εἶναι τὴν λέξιν ταύτην· ἃ νομίζουσι τὸ παιδίων πάθος
18. ποιεῖν καὶ ἱερὴν νοῦσον εἶναι. γίνεται δὲ καὶ δι’ ἁμαρτήματα
1. τοῖς παιδίοις ταὐτὸ τοῦτο πάθος, ἰατρικῆς θεραπείας
2. δεόμενον. ὅταν δὲ δι’ ὑγρότητα γίνεται, νηπίοις οὖσιν
3. εὐθὺς ἄρχεται καὶ παύεται μηδὲν ἡμῶν πραγματευομένων,
4. ἐν τῇ τῆς ἡλικίας μεταβολῇ, ὡς οἷς ἂν ἄρξηται
5. παιδίοις, μὴ κατὰ τὴν πρώτην εὐθὺς ἡλικίαν, βρέφεσεν
6. οὖσιν, ἀλλ’ ἐν τῷ προϊέναι, δῆλόν ἐστιν ἐξ ἁμαρτημάτων,
7. τούτοις τῶν κατὰ τὴν δίαιταν, ἤ τινος ἔξωθεν αἰτίας
8. ἑτέρας, ἐσχηκὸς τὴν γένεσιν, ἐφ’ ὧν οὐ χρὴ τὴν μεταβολὴν
9. τῆς ἡλικίας ἀναμένειν, ἀλλὰ τὴν γεγονυῖαν τὴν
10. διάθεσιν ἐν αὐτοῖς νοσώδη θεραπεύειν. ἐκεῖνό γε μὴν ἄξιον
11. οὐ σμικρᾶς ζητήσεώς ἐστιν, ἐὰν κατὰ τὴν παλαιὰν γραφὴν
12. ἐκλάμψιας ἀκούσωμεν, ὡς ὁ Ἱπποκράτης καὶ ὁ Ζεῦξις ἥκουσιν.
13. ὁ γὰρ λόγος ἐστὶ τοιοῦτος. αἱ τῶν νηπίων, ὅταν
14. ἡβάσκωσιν ἐκλάμψεις τοῦ θερμοῦ καὶ ἄλλας μέν τινας ἐν
15. αὐτοῖς ἴσχουσι μεταβολὰς καὶ μέντοι καὶ τὴν τῶν νεφρῶν
16. πεῖσιν ἣν αὐτὸς ἐφεξῆς διηγεῖται. παραλειφθήσεται γὰρ ἐν
17. τῷ τοιούτῳ λόγῳ τὸ τῆς ἐπιληψίας ὄνομα καὶ κατὰ τοῦτο
1. φαίνονταί τινες οὐκ ἀλόγως ἐπιλήψεις γράψαντες, ὥσπερ
2. ἔνιοι καταλήψεις. ἐχρῆν δ’ αὐτοὺς ὡς οὐχ εὑρόντας οὕτω
3. γεγραμμένον, ἀλλ’ ὡς ἄμεινον οὕτω γράφειν, εἰπόντας, ἐπὶ
4. τὴν εἰρημένην ἐξήγησιν ἀφικνεῖσθαι. προκειμένου δὲ τοῦ
5. καὶ συνδέσμου τοῦτον πάλιν ἀφαιροῦσιν ἔνιοι, δύο βουλόμενοι
6. λόγους εἶναι κατ’ οὐδὲν ἀλλήλοις κοινωνοῦντας, ἕνα
7. μὲν ἐκ τῆσδε τῆς ῥήσεως αὐτάρκως δηλούμενον. αἱ τῶν
8. νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷσι μεταβολὰς ἴσχουσι
9. καὶ ἄλλας. ἕτερον δὲ τοιόνδε, ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν
10. πληρῶνται σίτου. καὶ τὰ τούτων συνεχῆ περὶ νεφρίτιδος
11. αὐτοῦ διδάσκοντος, ἀφ’ ἑτέρας ἀρχῆς, οὐχ ὡς τοῖς παιδίοις
12. ὅταν ἡβάσκῃ εἰς τοῦτο τὸ νόσημα τῆς ἐπιληψίας μεθισταμένης.
13. οὐ γὰρ φαίνεται κατὰ τὴν ἡλικίαν ταύτην νεφρῖτις
14. γενομένη, καθάπερ ὁ κατὰ τὴν κύστιν λίθος. οὗτος μὲν
15. γὰρ παιδίοις μᾶλλον, νεφρῖτις δὲ τοῖς παρακμάζουσι γίνεται.
16. παραγράψωμεν οὖν ἐφεξῆς τὰ περὶ νεφρίτιδος οὕτω λεγόμενα.