2. Ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται σίτου, ἐμέουσί
3. τε φλέγμα. ὅταν δὲ πλεονάζωσιν αἱ ὀδύναι, ἰώδεα, καὶ
4. ῥᾴους μὲν γίνονται, λύονται δὲ ὅταν σίτων κενωθῶσιν,
5. ψάμμια τε πυῤῥὰ ὑφίσταται, αἱματῶδές τε οὐρέουσι·
6. νάρκη μηροῦ τοῦ κατ’ ἴξιν. ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ
7. γυμνάζεσθαι, μὴ ἐμπίπλασθαι. τοὺς νέους ἐλλεβορίζειν,
8. ἰγνύην τάμνειν, οὐρητικοῖς καθῆραι, λεπτῦναι καὶ
9. ἁπαλῦναι.
11. Ὀδύνην βαρεῖαν ἤτοι τὴν ὡς βαρέος τινὸς ἐγκειμένου
12. κατὰ τὸ χωρίον αἴσθησιν φέρουσαν ἢ τὴν χαλεπὴν ἀκούειν
13. οἷόν τ’ ἐστίν. ἀληθὲς γὰρ ἑκάτερόν ἐστι, κατὰ διαφέροντας
14. χρόνους ἐν τοῖς νεφροῖς γινόμενον. ἐπειδὴ σφοδρότατα μὲν
15. ὀδυνῶνται κατά τε τὰς γενέσεις καὶ διεξόδους τῶν
16. λίθων, ἐν δὲ τῷ λοιπῷ χρόνῳ τὰς ὀδύνας ὡς βαρέος τινὸς
17. ἐγκειμένου κατὰ τὸν τόπον ἔχουσιν. ὅσοι μὲν οὖν ἡγοῦνται
1. κατὰ τὴν κοιλίαν τῶν νεφρῶν συνίστασθαι τοὺς λίθους, ἐν
2. τῇ διεξόδῳ μόνῃ τῇ κατὰ τοὺς οὐρητῆρας ὀδυνᾶσθαί φασι
3. τοὺς πάσχοντας. ὅσοι δὲ ἐν αὐτῇ τῇ σαρκὶ τῶν νεφρῶν,
4. οὐκ ἐν μόναις ταῖς διεξόδοις, ἀλλὰ καὶ καθ’ ὃν γίνονται
5. χρόνον ἐνταῦθα καὶ καθ’ ὃν εἰς τὴν κοιλίαν τῶν νεφρῶν
6. διεξέρχονται. τοῦ δ’ ἐν ταῖς σαρξὶν αὐτῶν συνίστασθαι
7. τοὺς λίθους ἀνάλογον τοῖς ἐπὶ τῶν ἀρθριτικῶν πώροις
8. ἐπάγονται μάρτυρα τὴν ἐκ τοῦ περὶ φύσεως ἀνθρώπου καὶ
9. διαίτης λέξιν ἔχουσαν οὕτω. ὁκόσοισι ψαμμοειδὲς ὑφίσταται,
10. ἡ πῶροι ἐν τοῖσιν οὔροισι, τούτοισι τὴν ἀρχὴν φύματα
11. ἐγένετο πρὸς τῇ φλεβὶ τῇ παχείῃ καὶ διεπύησεν.
12. ἔπειτα δὲ οὐ ταχέως ῥαγέντων τῶν φυμάτων πῶροι συνεστάθησαν
13. ἐκ τοῦ πύου, οἵτινες ἔξω θλίβονται διὰ τῶν
14. φλεβῶν σὺν τῷ οὔρῳ εἰς τὴν κύστιν. αὕτη μὲν οὖν ἡ Ἱπποκράτειός
15. ἐστι ῥῆσις, οὐκ ἀδύνατον δὲ ἑκατέρως γίνεσθαι
16. τοὺς ἐν τοῖς νεφροῖς λίθους κατά τε τὸν ἄρτι εἰρημένον
17. τρόπον καὶ τὸν ὀλίγον ἔμπροσθεν, καθ’ ὃν ἐν ταῖς κοιλίαις
18. αὐτῶν ἔφαμεν, ἐξοπτώμενον ἐν τῷ χρόνῳ καὶ ξηραινόμενον
1. παχὺν καὶ γλίσχρον χυμὸν, εἰς πωρώδη σύστασιν ἀφικνεῖσθαι.
2. κατὰ τὸν αὐτὸν χρόνον, ἐάν τ’ ἔμφραξις ᾖ κατ’ αὐτοὺς
3. ἐάν τε μετρία φλεγμονὴ, βάρους μᾶλλον, οὐκ ὀδύνης
4. αἴσθησις γίνεται, καθάπερ κᾀν τῷ ἥπατι διὰ τὸ βραχυτάτων
5. νεύρων, ὥσπερ τοὺς νεφροὺς, οὕτω καὶ τὸ ἧπαρ μετέχειν,
6. τὰς δ’ ὀδύνας ἐν τοῖς νεφροῖς μάλιστα γίνεσθαί φησι,
7. καθ’ ὃν χρόνον πληροῦνται σίτου. δύο δὲ σημαινούσης
8. τῆς σῖτος φωνῆς παρ’ αὐτῷ, καθ’ ἑκάτερον τῶν σημαινομένων
9. ἀληθὴς ὁ λόγος ἐστίν. ἐάν τε ἐπὶ τῶν ἐσθιομένων
10. ἀκούηται σιτίων, ἐξ ὧν αἵματος ἀθροίζεται πλῆθος, ἄν τ’
11. ἐπὶ τῶν ἐν τοῖς ἐντέροις περιττωμάτων τῆς τροφῆς. ὀνομάζει
12. γάρ ποτε καὶ ταῦτα σῖτα, ὡς ἐν τοῖς περὶ διαίτης
13. ὀξέων. οἷσι γὰρ, φησὶν, ἐγκατακέκλεισται σῖτος τοῖς ἐντέροις,
14. ἢν μή τις ὑποκενώσας τὴν γαστέρα τὸ ῥόφημα δοίη,
15. βλάψει μεγάλως. ἡ μὲν οὖν διὰ τὸ οὕτω λεγόμενον σῖτον
16. ὀδύνη γινομένη κατὰ τοὺς νεφροὺς, ἐπὶ τὸ θλίβεσθαί τε
17. καὶ βαρύνεσθαι πρὸς τὸ πλήθους τε καὶ βάρους τοῦ περιττωμάτων,
1. εὐθέως ἅμα τῷ διαχωρῆσαι κάτω ταῦτα, καθίσταταί
2. τε καὶ παύεται τελέως. ἡ δ’ ἐκ τοῦ κατὰ τὰς
3. φλέβας ἀθροισθέντος πλήθους, ὅταν εἰς τοὺς νεφροὺς κατασκήψῃ,
4. κᾂν φλεβοτομηθῶσιν, οὐκ εὐθέως λύεται, διά τε
5. τὸ πυκνὸν τῆς τῶν νεφρῶν οὐσίας καὶ ὅτι διὰ πολλῶν αὐτοῖς
6. ἐπικειμένων σωμάτων, ἡ τῶν ἔξωθεν ἐπιτιθεμένων βοηθημάτων
7. ἀφικνουμένη δύναμις ἐκλύεται. λύει δὲ
8. αὐτῆς τὰς ὀδύνας οὐ μόνον, ἀλλὰ καὶ ἡ διὰ τῆς ἄνω γαστρὸς
9. ἔκκρισις, ἢ γίνεται κοινόν τι σύμπτωμα τοῖς κῶλον
10. πάσχουσι καὶ νεφρόν. καὶ γάρ τοι καὶ συνεχῶς οἱ νεφροὶ
11. τῷ κώλῳ καὶ τὸ κῶλον τοῖς νεφροῖς συνάπτονται αὐτὰ τοῦ
12. περιτοναίου, κατ’ ἀρχὰς μὲν οὖν οἱ ἔμετοι φλεγματώδεις
13. γίνονται. τοιοῦτος γὰρ ἐν τῇ γαστρὶ γεννᾶται χυμὸς ὡς
14. τὸ πολὺ διὰ πλῆθος σίτου, καὶ μᾶλλον ἐὰν παχέα ταῦτα
15. καὶ φύσει φλεγματωδέστερα τύχῃ· ἐὰν δὲ αὐξάνηταί τε καὶ
16. παραμένῃ τὰ πάθη, προσγίνεται τοῖς οὕτω πάσχουσι ἰώδης
17. ἔμετος, ἐπὶ τε ταῖς ὀδύναις καὶ ταῖς ἀγρυπνίαις διαφθειρομένου
18. τοῦ αἵματος, καὶ μάλισθ’ ὅταν ἅμα τούτοις
1. πυρέξωσι καὶ ἀσιτήσωσι. καὶ ῥᾴους μὲν, φησὶν, ἐπὶ τοῖς
2. ἐμέτοις γίνονται, παύονται δὲ τῶν παροξυσμῶν, οὐ γὰρ δὴ
3. τῆς γε διαθέσεως, ὅταν σίτων κενωθῶσιν. ἑκατέρως δὲ καὶ
4. νῦν ἔνεστι δέξασθαι τὸ τῶν σίτων ὄνομα καὶ μᾶλλον ἐπὶ
5. τῶν κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα. ψαμμία δὲ πυῤῥὰ,
6. φησὶν, ὑφίσταται δηλονότι τοῖς οὔροις. καὶ γὰρ καὶ φαίνεται
7. τοῦτο γινόμενον, ἐὰν τὸ πυῤῥὸν ἀκούσῃς τοιοῦτον εἶναι
8. τὴν χρόαν ὁποία καὶ ἡ σανδαράχη καλουμένη· διὸ καί τινες
9. μὲν τῶν ὁμιλησάντων ἐπιμελῶς τοῖς ἔργοις τῆς τέχνης
10. ὀροβοειδεῖς ὑποστάσεις γίνεσθαί φασιν αὐτοῖς, ἔνιοι δὲ
11. σανδαραχώδεις, ἔστι δ’ ὅτε καὶ ὄντως πυῤῥάς. αἱ μὲν οὖν
12. πρότεραι δύο καὶ τοῖς ἡπατικοῖς συνεδρεύουσι πάθεσιν, ἡ
13. τρίτη δὲ τοῖς κατὰ τοὺς νεφροὺς, ὥσπερ κἀπειδὰν οἵαιπερ
14. αἱ ψάμμοι κατὰ τὴν χρόαν ὑποστάσεις γίνονται. ἀλλήλων
15. μὲν γὰρ διαφέρει τὰ χρώματα τῶν ὑφισταμένων τοῖς οὔροις
16. τῷ μᾶλλον καὶ ἧττον. γίνονται δ’ ἐξ ὕλης παχείας
17. μὲν καὶ γλίσχρας πάντως, ἤτοι δὲ τὸ παχὺ πλέον ἢ τὸ
1. γλίσχρον ἐχούσης, ἰσάζον πάντως ἀλλήλοις. ἐὰν μὲν οὖν
2. ἐκ φλέγματος γλίσχρου μόνου καὶ παχέος ἡ σύστασις γένηται,
3. τεφρώδης ἐστὶ χρόα, παραπλησία τῇ τοῖς ἄλλοις ὑπαρχούσῃ
4. πώροις, ὅσοι κατά τε τὰ θερμὰ φύσει τῶν ὑδάτων ἐν
5. πολλοῖς χωρίοις ὁρῶνται τοῖς λίθοις ἐπιτρεφόμενοι καὶ ἄλλως
6. ἐν ἀγγείοις ἔνθα θερμαίνεται τὸ ὕδωρ. γένοιτο δ’
7. ἄν ποτε κᾀκ τῆς πυώδους ὑγρότητος ἢ μικτῆς ἐκ πυώδους
8. καὶ φλεγματώδους ἐν σώματι ζώου τοιοῦτος πῶρος, ὥσπερ
9. καὶ τοῖς ἀρθριτικοῖς. ὁ γὰρ αὐτὸς τρόπος τῆς γενέσεως
10. πάντως ἐστὶ τούτοις καὶ τοῖς ἐν νεφροῖς συνισταμένοις λίθοις.
11. ἐὰν μέντοι μιχθῇ τισιν ὀλίγον αἵματος, φλέγματι
12. παχεῖ τε καὶ γλίσχρῳ, κατὰ τὴν ἐπικράτειαν ἡ χρόα γίνεται
13. τῶν ὑφισταμένων τοῖς οὔροις, ἐνίοτε μὲν οἷον ὠχρόλευκος
14. ἢ ἐρυθρόλευκος ἢ ξανθόλευκος, ἔστι δ’ ὅτε καὶ πυῤῥὰ,
15. συντελοῦντος εἰς τὰς τῶν χρωμάτων διαφορὰς καὶ αὐτοῦ
16. τοῦ κατὰ τὸ αἷμα χρώματος. οὐ γὰρ ἀκριβῶς ἐρυθρόν
17. ἐστιν ἀεὶ τοῖς ἀνθρώποις, ἀλλ’ ἐνίοτε μὲν ἐπὶ τὸ μελάντερον,
18. ἐνίοτε δ’ ἐπὶ τὸ ξανθότερόν τε καὶ πυῤῥότερον ῥέπον.
1. ἢ τοίνυν ἁπάσας ἃς εἶπον ἄρτι διαφορὰς τῶν χρωμάτων
2. πλὴν τῆς τεφρώδους, ἡγητέον ὑπὸ τῆς τοῦ πυῤῥὸν δηλοῦσθαι
3. φωνῆς, εἰπόντος αὐτοῦ, ψαμμία πυῤῥὰ ὑφίστασθαι,
4. ἢ τὸ προκείμενον τὸ αἱματῶδες ἀπὸ κοινοῦ δεκτέον εἰρῆσθαι.
5. λέγω δὴ τό ποτε. ὥσπερ γὰρ αἱματῶδες αὐτοῖς
6. φαίνεταί ποτε γινόμενον τὸ οὖρον, οὔτε διὰ παντὸς οὔτ’
7. ἐπὶ πάντων τῶν νεφριτικῶν ὑπάρχον τοιοῦτον, παραπλησίως
8. καὶ ψαμμία ποτὲ φαίνεται πυῤῥὰ τοῖς οὔροις ὑφιστάμενα.
9. δέδεικται μὲν γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν
10. ἕλκων εἰς ἑαυτὸν ὁ νεφρὸς ὅσον ἐν ταῖς φλεψὶν ὀῤῥῶδές
11. τε καὶ λεπτὸν ἀναμέμικται τῷ αἵματι. τῶν δὲ ἐς
12. τὴν κοιλίαν αὐτοῦ διηθούντων τὸ τοιοῦτον πῶρον ἐπὶ
13. πλέον ἀναστομωθέντων, συνδιηθεῖταί τι καὶ τῶν παχυτέρων.
14. ὅταν οὖν τοῦτο θερμαινόμενον ἐν τῇ κοιλίᾳ τοῦ νεφροῦ
15. πωροειδῆ λάβῃ σύστασιν, ἐὰν μὲν ἡ τῶν νεφρῶν
16. ἀποκριτικὴ δύναμις διώσηται πᾶν αὐτὸ σὺν τοῖς οὔροις,
17. αἱ ψαμμώδεις ἐν αὐτοῖς ὑποστάσεις γίνονται. ἐὰν δὲ ἐμπεπιλημένον
18. τε καὶ δυσαπόλυτον ᾖ τῇ κοιλίᾳ τοῦ νεφροῦ, δεχομένου
1. ἑαυτῷ τι παραπλήσιον ἕτερον ἐκ τῆς κοίλης φλεβὸς,
2. ἐπὶ πλέον αὐξάνεται. περιπλάττεται γὰρ ἀεὶ τὸ ἐπιῤῥέον
3. τῷ προϋπάρχοντι, καὶ οὕτως ὁ πῶρος ἀξιόλογος τῷ
4. μεγέθει συνίσταται. τινὲς δὲ εἰρήκασι, διά τι αἷμα οὐροῦσιν;
5. ὅτι ἐπειδὴ ὁ λίθος ἐξιὼν, ὅταν γωνοειδής ἐστι, πλήττει
6. τὰ παρακείμενα μόρια καὶ αἷμα ποιεῖ ἐκκρίνεσθαι. ἐὰν
7. δὲ ἀραιωθῇ μὲν ἡ εἰς τὸν νεφρὸν ἐκ τῆς κοίλης φλεβὸς εἴσοδος,
8. ὑγρὸν δ’ ᾖ τὸ αἷμα καὶ μήτε πολὺ μήτε γλίσχρον,
9. αἱματῶδες οὕτω τὸ οὖρον γίνεται. τὴν δ’ εἰς τὸ σκέλος
10. διήκουσαν ὀδύνην ναρκώδη διὰ τὴν τῶν ἐπικειμένων ἀγγείων
11. τῇ ῥάχει τῆς κοίλης φλεβὸς καὶ τῆς μεγάλης ἀρτηρίας
12. πρός τε τοὺς νεφροὺς καὶ τὰ σκέλη κοινωνίας ἡγητέον γίνεσθαι.
13. μέγισται γὰρ ἐπ’ αὐτοὺς τοὺς νεφροὺς ἀποπεφύκασι,
14. μεθ’ ἃς οὐ μεγάλαι τινὲς ἐν ὀσφύϊ, κᾄπειθ’ ἑκάτερον
15. τῶν ἀγγείων διχῇ σχισθὲν εἰς ἑκάτερον ἀφικνεῖται
16. τῶν σκελῶν, εἰς ὅλον αὐτὸ διανεμόμενον. ὅσοι δὲ
17. διὰ τῶν οὐρητήρων ἤ τινων ὑμένων ἢ νεύρων ἢ καὶ τοῦ
18. περιτοναίου λέγουσι κοινωνίαν εἶναι τοῖς νεφροῖς πρὸς τὰ
1. σκέλη, παντάπασιν ἀπείρως ἔχουσιν ἀνατομεῖν. τὰ μὲν
2. οὖν συμβαίνοντα τοῖς νεφριτικοῖς ἄχρι δεῦρο τοῦ λόγου
3. διῆλθεν ὁ Ἱπποκράτης. ἐφεξῆς δὲ περὶ τῆς ἰάσεως αὐτῶν
4. γράφει κατὰ τὴν ἐχομένην ῥῆσιν. ἐλιννύειν οὐ συμφέρει,
5. ἀλλὰ γυμνάσια, μὴ ἐμπίπλασθαι, τοὺς νέους ἑλλεβορίζειν,
6. ἰγνύην τάμνειν, οὐρητηροῖσι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι.
7. ὑποτύπωσιν ἑαυτῷ διὰ κεφαλαίων ἐν τῇδε τῇ ῥήσει
8. πεποίηται τῆς τῶν νεφρῶν ἰάσεως. τὰ μὲν κοινὰ πάσης
9. ἡλικίας τε καὶ σώματος ἕξεως γράψαι, τὰ δὲ ἴδια νέων
10. τε καὶ ἰσχυρῶν. ἔστι δὲ κοινὰ τὰ μὲν πρῶτα γεγραμμένα,
11. τό τ’ ἐλιννύειν, ὅπερ ἡσυχίαν ἄγειν δηλοῖ καί φησιν αὐτοῖς
12. ἀσύμφορον εἶναι, καὶ τὰ γυμνάσια. ταῦτα γὰρ ἡγεῖται
13. συμφέρειν, ὡς ἂν δηλονότι καὶ τὸ πλῆθος κενοῦντα καὶ τὸ
14. φλεγματῶδές τε καὶ παχὺ καὶ ἄπεπτον ἅπαν εἰς πέψιν τε
15. ἄγοντα καὶ λεπτύνοντα καὶ ῥωννύντα τὰ μόρια τοῦ σώματος
16. ἅπαντα. νοῆσαι δέ σε χρὴ νῦν αὐτὸν λέγειν, οὐ πάντως
17. τὰ μεγάλα γυμνάσια, ὡς ἱππασίας ἢ ὁπλομαχίας ἢ τὸ παλαίειν
1. ἢ παγκρατιάζειν ἢ σκάπτειν ἤ τι τοιοῦτον πράττειν
2. ἕτερον, ἀλλ’ ἅπασαν ἁπλῶς κίνησιν ἥτις ἂν ἱκανὴ διαπονῆσαι
3. τὸ σῶμα κατὰ ἀναλογίαν τῆς θ’ ἡλικίας καὶ τῆς
4. ἕξεως καὶ τῆς ῥώμης τοῦ νεφριτικοῦ. ἀλλὰ καὶ τὸ μὴ ἐμπίπλασθαι
5. κοινὸν ἁπάσης ἡλικίας καὶ σώματος ἕξεώς ἐστι
6. παράγγελμα. τὰ δὲ ἐφεξῆς τοῦδε τοῖς νέοις, ὡς αὐτὸς εἶπεν,
7. ἁρμόττοντα γράφει λέγων ὧδε· τοὺς νέους ἑλλεβορίζειν,
8. ἰγνύην τάμνειν. ἑλλεβορίζειν μὲν ἐὰν πάνυ χρόνιον ᾖ
9. τὸ πάθος καὶ ὡς ἂν εἴποι τις μοχλείας δεόμενον, εἰς ταῦτα
10. γὰρ ἑλλεβόρῳ χρώμεθα. φλεβοτομίαν δὲ ἐπὶ τῶν αἷμα
11. πλέον ἢ παχὺ κατὰ τὰς φλέβας ἠθροικότων. εἰ δὲ ἀμφοῖν
12. αὐτὸς ἄνθρωπος δέοιτο τῶν βοηθημάτων, εὔδηλόν ἐστιν ὡς
13. ἀπὸ φλεβοτομίας ἀρκτέον ἐστί. ἔμαθες δ’ ὅτι τὰ μὲν ἄνω
14. τοῦ ἥπατος μόρια τῆς ἀπ’ ἀγκῶνος δεῖται φλεβοτομίας, τὰ
15. δὲ κάτω, ἀπὸ τῶν σκελῶν ἐν ταῖς ἰγνύαις τεμνόντων ἡμῶν
16. τὰς φλέβας ἢ πάντως γε παρὰ τὰ σφυρά. τὸ δ’ ἐφεξῆς
17. εἰρημένον, οὐρητικοῖσι καθαίρειν, ἐπὶ πάντων ἐστὶ χρήσιμον,
1. οὐχ ἁπλῶς δὲ εἶπεν οὐρητικοῖς χρῆσθαι δεῖν,
2. ἀλλὰ προσθεὶς τὸ καθαίρειν ἐνεδείξατο τὸν τρόπον τῆς ἀπ’
3. αὐτῶν γινομένης ὠφελείας, ἐκκαθαιρόντων οὐ μόνον τὰ
4. κατὰ τοὺς νεφροὺς ἐμπεπλασμένα γλίσχρα καὶ παχέα, σὺν
5. αὐτοῖς δὲ καὶ τὰ κατὰ τὰς φλέβας ἐμφερόμενα τῷ
6. αἵματι παρὰ φύσιν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον,
7. λεπτῦναι, χρήσιμόν ἐστιν ἅπασι τοῖς νεφριτικοῖς,
8. ὅσους τε παρασκευάζομεν εἰς ἑλλεβόρου λῆψιν, ὅσους τε χωρὶς
9. τούτου καὶ διὰ φλεβοτομίας θεραπεύομεν ἢ καὶ μετὰ
10. τὴν τούτου προσαγωγήν. εἴρηται δὲ τὸ μὲν λεπτῦναι περὶ
11. τῶν χυμῶν, τούτοις γὰρ προσήκει λεπτῦναι, τὸ δὲ ἁπαλῦναι
12. περὶ τῶν στερεῶν. ἑκάτερον γὰρ χρήσιμον ἐπὶ τῶν
13. τὸν ἑλλέβορον ληψομένων εἰς τὸ τῆς καθάρσεως ἀκίνδυνον.
14. ἐὰν οὖν ἄνευ τοῦ προλεπτῦναι τοὺς χυμοὺς ἢ τὰ σώματα
15. μαλακῦναι δι’ ὧν ὁ ἔμετος καὶ πρὸς τὰς ἐντάσεις καὶ τοὺς
16. σπαραγμοὺς εὐάγωγα παρασκευάσαι δῶμεν ἑλλέβορον, εἰς
17. κίνδυνον ἄξομεν πνιγμοῦ, διὰ τὸ πάχος τῶν χυμῶν, ἤτοι
18. δὲ σπασθήσεται διὰ τὸ σκληρὸν ἐν τοῖς σπαραγμοῖς ὁ καθαιρόμενος
1. ἢ ἀγγεῖόν τι ῥήξει. καὶ χωρὶς δὲ τοῦ διδόναι
2. τὸν ἑλλέβορον ἄριστόν ἐστι τοὺς μὲν χυμοὺς λεπτοὺς εἶναι,
3. μαλακὰ δὲ πρὸς τὴν διέξοδον αὐτῶν ἐπιτήδεια τὰ τῶν νεφρῶν
4. σώματα. τὴν ἀρχὴν γὰρ οὐδὲ γεννηθήσεταί ποτε λίθος
5. ἐν αὐτοῖς, ἐὰν ἀμφότερά τις αὐτὰ διαφυλάττῃ.