Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1.7, ed. Kühn, 1828, vol. 17b, p. 841-843. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:1.7


8. Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ παραμένει. ὅταν
9. δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει.

11. Ὑδαταινούσας ἔνιοι μὲν ἤκουσαν τὰς ἐχούσας ἐπιτηδείως
12. ἁλῶναι τῷ κατὰ τὸν ὕδερον πάθει, τινὲς δὲ τὰς φύσει
13. λεπτὸν καὶ ὑδατῶδες ἐχούσας αἷμα. δυνατὸν δέ ἐστιν
14. ἐπ’ ἀμφοτέρων ἀκοῦσαι τοῦ λελεγμένου καὶ μᾶλλόν γε ἐφ’ ὧν
15. φύσει τὸ αἷμα λεπτόν ἐστι, μηδεμιᾶς νοσώδους διαθέσεως
16. ἑτέρας ὑποτρεφομένης ἐν τῷ σώματι. ταύταις γὰρ ἡ ἔμμηνος
17. κάθαρσις, ἣν γυναικεῖα κέκληκεν, ἐπὶ πολὺ παραμένει.
1. διττὸν γάρ ἐστι καὶ αὐτὸ τοῦτο τὸ ἐπὶ πολὺ δυνάμενον
2. ἀκούεσθαι, τὸ μὲν ἕτερον ἐπὶ τῶν ἡμερῶν ἐν αἷς αἱ τοιαῦται
3. γυναῖκες καθαίρονται, τὸ δὲ ἕτερον ἐπὶ τῆς ἡλικίας
4. αὐτῶν. ἐπὶ μὲν οὖν τῶν ἡμερῶν ἀκουόμενον, δηλώσει πλείοσιν
5. ἐφεξῆς ἡμέραις καθαίρεσθαι ταύτας τῶν ἄλλων γυναικῶν,
6. ἐπὶ δὲ τῆς ἡλικίας ἄχρι πλειόνων ἐτῶν. ὄντως γὰρ
7. ἀθροίζεται ταύταις πολὺ καὶ λεπτὸν αἷμα, καθάπερ ταῖς
8. ἐναντίως διακειμέναις ὀλίγον τε καὶ παχύ. λευκαὶ μὲν οὖν
9. εἰσὶν αἱ πρότεραι καὶ μαλακαὶ, μέλαιναι δὲ καὶ σκληραὶ
10. καὶ λεπταὶ τοὐπίπαν αἱ τὸ μελαγχολικώτερον αἷμα γεννῶσαι,
11. καὶ πρόδηλον ὅτι ταῖς ἐξ ἀρχῆς κράσεσιν ἐναντίως ἔχουσιν.
12. αἱ μὲν γὰρ ὑδαταίνουσαι νῦν ὑπ’ αὐτοῦ λεγόμεναι τῆς
13. ὑγροτέρας τε καὶ ψυχροτέρας, αἱ δ’ ἐναντίαι τῆς ξηροτέρας
14. τέ εἰσι καὶ θερμοτέρας κράσεως. ἐὰν δὲ κατὰ πάθος
15. ὑδαταίνωσιν, οὐ πάσαις καταμήνια πλείοσιν ἡμέραις γίνεται.
16. ἐνίοτε γὰρ αὐτὸ τὸ ἐπέχεσθαι τοῦ πάθους
17. αὐταῖς αἴτιον γίνεται. πάλιν δὲ τὸ ἐπέχεσθαι δι’ ἔμφραξίν
18. τε τῶν κατὰ τὴν μήτραν στομάτων γίνεται καὶ διὰ πάχος 
1. τοῦ αἵματος. ὅθεν ἔνιοι τῶν ἀξιούντων ἐπὶ τῶν κατὰ
2. πάθος ὑδαταινουσῶν τὸν λόγον εἶναι τῷ παραμένει ῥήματι
3. κατὰ τὴν τελευταίαν συλλαβὴν προσθέντες τὸ ν΄ γράφουσι,
4. γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ παραμένειν, ὑπακοῦσαι
5. κελεύοντες ἡμᾶς τὸ προσῆκον, ὡσεὶ καὶ οὕτως εἰρήκει,
6. γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ χρὴ παραμένειν,
7. ἵνα συμβουλευτικός τε καὶ θεραπευτικὸς ὁ λόγος ᾖ,
8. τοῦ γινομένου μόνον ἐπ’ αὐτοῦ περιέχων διήγησιν. ὁμολογεῖν
9. δὲ τούτῳ φασὶ καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον,
10. ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει, βούλεσθαι γὰρ αὐτὸν ὥσπερ
11. ἐν πλείοσιν ἡμέραις, οὕτως καὶ δι’ ὀλίγου χρόνου καθαίρεσθαι
12. τὰς τοιαύτας γυναῖκας, ἐπειδὴ βραδυνόντων τῶν
13. καταμηνίων οἰδήματα γίνεται, καίτοι τοῦτο κᾀπὶ τῶν ὑδατῶδες
14. ἐχουσῶν αἷμά φησι συμβαίνειν. καὶ γὰρ καὶ ταύταις
15. αἱ σάρκες ὑδατωδέστεραι γίνονται, μὴ κατὰ προθεσμίαν
16. ἀπαντώσης τῆς καθάρσεως.

Cliquer un n° de page pour en afficher l’image