Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1.8, ed. Kühn, 1828, vol. 17b, p. 844-846. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:1.8


2. Ἐν Κρανῶνι αἱ παλαιαὶ ὀδύναι ψυχραὶ, αἱ δὲ νεαραὶ
3. θερμαί. αἵματι δὲ αἱ πλεῖσται καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά.

5. Καὶ ταῦτα ἑαυτῷ φαίνεται γεγραφὼς ὁ Ἱπποκράτης
6. ἀναμνήσεως ἕνεκεν ἐν κεφαλαίῳ βραχεῖ, διὸ καὶ ἀσαφέστερος
7. ὁ λόγος ἐστίν. ἄδηλον γὰρ εἴτε ὀδύνας μόνον ἐν Κρανῶνι
8. γεγονέναι φησὶ καὶ ταύτας ἤτοι κατὰ τὴν κοιλίαν ἢ
9. καὶ ἄλλο τι μέρος, εἴτε ὀδυνώδη πάθη. τὸ δ’ οὖν τὰς
10. μὲν παλαιὰς ὀδύνας ψυχρὰς γενέσθαι, τὰς δὲ νεαρὰς θερμὰς
11. καίτοι δοκοῦν σαφῶς εἰρῆσθαι, περιέχει καὶ αὐτό τινα
12. ἀσάφειαν· ἤτοι γὰρ παλαιὰς λέγει τὰς πάλαι γεγονυίας
13. ἢ τὰς χρονιζούσας, ὥσπερ γε καὶ τὰς νεαρὰς ἤτοι τὰς
14. νῦν συνισταμένας ἢ τὰς ταχέως παυομένας καὶ ψυχρὰς,
15. ἤτοι τὰς ψύξεως αἴσθησιν φερούσας ἢ τὰς ἀπὸ τῶν θερμαινόντων
16. παρηγορουμένας. ὡσαύτως δὲ καὶ θερμὰς ἤτοι
17. τὰς θερμότητος αἴσθησιν ἐχούσας ἢ παρηγορουμένας ὑπὸ
1. τῶν ψυχόντων. ἔνιοι δὲ ψυχρὰς μὲν εἰρῆσθαί φασι τὰς
2. βραχείας, θερμὰς δὲ τὰς μεγάλας, οὐ συνήθως τοῖς Ἕλλησιν
3. ἀκούοντες τῶν σημαινομένων. ἐν τίνι δὲ τοῦ ἔτους
4. ὥρᾳ ὁ Ἱπποκράτης ταῦτα ἔγραψεν ἀγνοοῦντες ἡμεῖς οὐδὲ
5. περὶ τοῦ πότε συνέστησαν ἢ πῶς ἢ μέχρι πόσου παρέμειναν
6. αἱ ὀδύναι δυνάμεθα σαφῶς εὑρεῖν. τὸ δ’ οὖν τὰς νεαρὰς
7. μὲν αὐτῷ αἵματι γίνεσθαι τοὐπίπαν ἐν ἴσῳ, τοῦ ὑφ’
8. αἵματος θερμοῦ τε δηλονότι καὶ πολλοῦ, ἐπὶ δὲ τῶν παλαιῶν
9. μὴ προσθεῖναι τὸν χυμὸν, ἐνδεικτικόν ἐστι τοῦ τὰς
10. παλαιὰς ὑφ’ ἑτέρου τινὸς χυμοῦ γίνεσθαι ψυχροῦ καὶ τὰ
11. ἀπὸ ἰσχίου δὲ ψυχρὰ γεγονέναι φησὶν αὐτοῖς, ἤτοι πάθη
12. λέγων ἢ ἀλγήματα, ψυχροῦ δηλονότι καὶ ταῦτα ἐργαζομένου
13. χυμοῦ. θαυμάσαι δ’ ἐστὶ πολλοὺς τῶν ἐξηγητῶν
14. εἰς μὲν τὰς τοιαύτας ῥήσεις, ἐν αἷς οὐδέν ἐστι βεβαίως
15. εὑρεῖν, ἀναπόδεικτα γράφοντας πολλά. καθ’ ἃς δ’ ἀποδεῖξαί
16. τι δυνατόν ἐστι καὶ χρησίμως εὑρεῖν, ἤτοι μηδὲν ὅλως
1. γράφοντας ἢ βραχέα καὶ ἀναπόδεικτα, καθάπερ
2. προστάγματα.

Cliquer un n° de page pour en afficher l’image