5. Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα οὐ πάνυ τι πρῃύνεται, ἀλλ’ ἐγγὺς
6. ἀκμῆς.
8. Οὕτως ἴσασιν γεγραμμένην τὴν ῥῆσιν οἱ παλαιότεροι
9. τῶν ἐξηγητῶν. οἱ δὲ νεώτεροι πρὸς τὸ σαφέστερον ὑπαλλάξαντες
10. αὐτὴν ὧδέ πως γράφουσι· τὰ ῥίγεα ἰσχυρὰ ἐόντα
11. οὐ πάνυ τι πρῃύνεται, ἀλλ’ ἐγγὺς ἀκμῆς. καὶ βούλονται
12. τὴν λέξιν τήνδε διδάσκειν ἡμᾶς, ὅσα τοῖς νοσοῦσιν ἰσχυρὰ
13. γίνονται ῥίγη, μὴ πάνυ τι ταῦτα πραΰνεσθαι κατ’
14. ἄλλον τινὰ καιρὸν τῆς νόσου, ἀλλὰ μόνον ὅταν ἐγγὺς ᾖ τῆς
15. ἀκμῆς, κατὰ δὲ τὴν προτέραν γραφὴν, τὰ ἐς ῥίγεα ἰσχυρὰ
16. ἰόντα τουτέστι ἀφικνούμενα πάθη, προσυπακοῦσαι γὰρ δεῖ
17. τὸ πάθος, προσήκει αὐτὸν ἀκοῦσαι μὴ πραΰνεσθαι ταῦτα
1. πρὸ τῆς ἀκμῆς. ἔνιοι μὲν οὖν ἀκμῆς αὐτὸν μεμνῆσθαί
2. φασι τοῦ ὅλου καιροῦ τοῦ νοσήματος, ἔνιοι δὲ τῆς τῶν
3. κατὰ μέρος παροξυσμῶν. ὡς τὸ ῥῖγος, ὅταν ἰσχυρὸν ᾖ,
4. μὴ παυόμενον πρὸ τοῦ πλησιάσαι τὸν τῆς ἀκμῆς καιρόν.
5. φαίνεται μὲν οὖν τοῦτο γινόμενον ἐνίοις καὶ καλοῦμεν αὐτὸ
6. ῥῖγος ἀνεκθέρμαντον, οὐκ ἰσχυρόν. ἐγχωρεῖ δὲ καὶ κατὰ
7. τὴν δύναμιν ἰσχυρὸν αὐτὸ φάναι, κακοηθέστερον γάρ ἐστι
8. πολὺ τοῦ σφοδροῦ μὲν ὑπερβάλλοντος, ἐν τάχει δὲ παυομένου.
9. τὴν δ’ ὅλην τοῦ νοσήματος ἀκμὴν ἀκούοντί σοι, μάλιστα
10. ἐπὶ τεταρταίων πυρετῶν ὁ λόγος ἐστὶ χρήσιμος. ἐάν
11. τε γὰρ ἅμα ῥίγεσιν ἰσχυροῖς ἐμβάλλωσιν οἱ παροξυσμοὶ,
12. μηδὲν ἐνδιδόντων αὐτῶν, ἀδύνατόν ἐστιν ἤδη τὴν ἀκμὴν
13. ἀπειληφέναι τὸ νόσημα καὶ δηλονότι πολὺ μᾶλλον, οὐδὲ τὴν
14. παρακμὴν ἐλπίζειν χρὴ τοῦ τοιούτου τεταρταίου γενήσεσθαι,
15. πρὶν λωφῆσαι τὸ ῥῖγος, ὥσθ’ ὁ λόγος ἐστὶ προγνωστικὸς
16. ἐπὶ τῶν εἰς ῥίγη σφοδρὰ πυρετῶν ἰόντων, ὧν οὐχ
17. οἷόν τε λύσιν γενέσθαι πρὸ τοῦ πραϋνθῆναι τὸ ῥῖγος, καὶ
18. τοῦτο γίνεσθαι πλησίον τῆς ἀκμῆς. συμβαίνει δὲ τὰ τοιαῦτα
1. ῥίγη διὰ ψυχρὸν πάνυ φλέγμα τὸ ὑαλῶδες ὀνομαζόμενον ἢ
2. τὸν μελαγχολικὸν χυμόν. ἀλλ’ ἐπὶ μὲν τῷ ψυχρῷ φλέγματι
3. τὸ δυσεκθέρμαντον, οὐ τὸ σφοδρὸν γίνεται ῥῖγος. ἐπὶ δὲ
4. τῷ μελαγχολικῷ ποτὲ μὲν ἀμφότερα, ποτὲ δὲ θάτερον. ἀλλ’
5. ὁ μὲν τοιοῦτος χυμὸς διὰ τετάρτης φέρει τὸν παροξυσμὸν,
6. ὁ δ’ ὑαλώδης τὸν ἀμφημερινόν. οὐδὲν μὴν οἱ ἐξηγηταὶ τῶν
7. τοιούτων διαιροῦσιν. ἀλλ’ ἐν οἷς οὐδὲν ὠφελοῦσι τοὺς μαθητὰς
8. ἐπὶ πλεῖστον ἐκεῖνα διέρχονται. καὶ γὰρ
9. οὖν καὶ κατὰ τὴν ἑξῆς ῥῆσιν ἰατρικωτάτην οὖσαν ἐλέγχονται
10. τῶν ἀξιολογωτάτων θεωρημάτων οὐδὲν ἐπιστάμενοι.