Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1.Prooemium, ed. Kühn, 1828, vol. 17b, p. 793-797. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:1.Prooemium

ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ ΣΤ.

ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ

Α.

1. Γαληνοῦ προοίμιον. Εἰς τὸ ἕκτον
2. τῶν ἐπιδημιῶν Ἱπποκράτους συγγραμμάτων ἐλυμήναντο
3. πολλοὶ τῶν ἐξηγητῶν, ἄλλοι ἄλλως, ὡς ἕκαστος ἤλπισε πιθανῶς
4. ἐξηγήσασθαι, τὴν κατὰ τοῦτον λέξιν ὑπαλλάττων,
5. ὥστε ἠναγκάσθην ἐγὼ διὰ τοῦτο τήν τε παλαιότητα
6. τῶν ἀντιγράφων ἐπιζητῆσαι, τά τε ὑπομνήματα τῶν
7. πρώτων ἐξηγησαμένων τὸ βιβλίον, ἐν οἷς καὶ Ζεῦξίς ἐστιν
1. ὁ Ταραντῖνος καὶ ὁ Ἐρυθραῖος Ἡρακλείδης καὶ πρὸ αὐτῶν
2. Βακχεῖός τε καὶ Γλαυκίας. εἰ μὲν οὖν μετὰ τὸ δηλῶσαι
3. τὴν παλαιὰν γραφὴν ἔλεγον ἡμαρτῆσθαι τὴν λέξιν,
4. εἰκὸς εἴη ἂν καὶ διὰ τοῦτο ἐπινοεῖν αὐτοὺς τὴν Ἱπποκράτους
5. γραφὴν εἶναι τήνδε τινὰ, κᾂν ἀπεδεξάμην αὐτοὺς,
6. εἴ γε μετὰ τὴν ἐπανόρθωσιν ἑώρων διδάσκοντάς τι χρήσιμόν
7. τε ἅμα καὶ τῆς γνώμης ἐχόμενον τοῦ παλαιοῦ. ἐπεὶ
8. δὲ ἐνίοτε καὶ κατ’ ἄμφω σφάλλονται, πολὺ βέλτιον ἔδοξέ
9. μοι φυλάττοντι τὴν ἀρχαίαν γραφὴν, ἀεὶ μὲν σπουδάζειν
10. ἐκείνην ἐξηγεῖσθαι, μὴ δυνηθέντι δέ ποτε τοῦτο πρᾶξαι,
11. πιθανὴν τὴν ἐπανόρθωσιν αὐτῆς ποιεῖσθαι, καθάπερ ὁ
12. Ἡρακλείδης ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐποιήσατο κατὰ
13. τὴν λέξιν ἐκείνην ἐν ᾗ γέγραπται, πρὸς δὲ τὸ Ἀφροδίσιον
14. αἱ οὐραὶ ἔβλεπον. ἐπειδή περ τοῖς ἐξηγησαμένοις τὴν οὐραὶ
15. γραφὴν ἀπιθανῶς εἴρηται, τάχα, φησὶ, θύραι μὲν ἦν
16. γεγραμμένον διὰ τοῦ θ, τῆς μέσης δὲ γραμμῆς ἐν αὐτῇ
17. διαφθαρείσης ἔδοξεν ὁ βιβλιογράφος οὐραὶ γεγράφθαι. δυνατὸν
1. γὰρ δὴ οὕτω καὶ λεπτῆς ἰνὸς ἀπολωλυίας συναπόλλυσθαι
2. τὴν γραμμὴν ταύτην καὶ μιᾶς αὐτὴν ἐκφυγείσης
3. καὶ κατ’ ἀρχὰς εὐθὺς αὐτὴν ἀμυδρὰν γραφεῖσαν ἐξίτηλον
4. αὐτὴν ὑπὸ τοῦ χρόνου γενέσθαι. πάντων δὲ τῶν
5. ὑπαλλαξάντων τὰς παλαιὰς γραφὰς τολμηροτάτους τοὺς
6. περὶ Καπίτωνα καὶ Διοσκορίδην εὑρίσκω πράξαντας τοῦτο.
7. πότερον μὲν οὖν ἄμεινόν ἐστιν ἁπάντων αὐτῶν ἢ μόνων
8. τῶν εὐλόγως μεταγραψάντων ἢ μηδενὸς ὅλως μεμνῆσθαι,
9. σκοπούμενος εὗρον, εἰ μὲν τῷ μήκει τῶν ὑπομνημάτων
10. οὐδεὶς ἔμελλεν ἀναγνωσομένων αὐτὰ δυσχεραίνειν, ἁπάντων
11. μεμνῆσθαι κάλλιον εἶναι. μεμφομένων δὲ πολλῶν, οὐ
12. τούτοις μόνον, ἀλλὰ καὶ τοῖς συμμέτρως ἔχουσι καὶ μόνα
13. σπουδαζόντων τὰ χρήσιμα, μέσην τινα τούτων ἀμφοτέρων
14. ποιήσασθαι τὴν ἐξήγησιν καὶ τοῦτο εὐθέως ἐν τῇ ἀρχῇ
15. προεῖπον, ὅπως ἀπαλλάττωνται τῶνδε τῶν ὑπομνημάτων οἱ
16. μὴ χαίροντες τούτοις. ἐγὼ μὲν γὰρ, ὥσπερ καὶ τἄλλα πάντα,
17. πολλοῖς τῶν δεηθέντων ἑταίρων χαριζόμενος ἐποίησα
1. καὶ τὰς ἐξηγήσεις ταύτας ἐκείνων ἕνεκα συνέθηκα. θεωρῶν
2. δ’ εἰς πολλοὺς ἐκπίπτοντα τὰ γραφόμενα προοιμίων τοιούτων
3. ἐδεήθην. ὥσπερ οὖν τοῦτο προεῖπον, οὕτω καὶ τόδε
4. προειπεῖν ἀναγκαῖόν ἐστιν, ὡς τὸ τῆς ἑρμηνείας εἶδος ἐν τῷ
5. βιβλίῳ πάμπολυ διαλλάττει τοῦ κατὰ τὸ πρῶτον καὶ τρίτον
6. τῶν ἐπιδημιῶν, ἃ σχεδὸν ἅπαντες ἡγοῦνται γεγράφθαι
7. πρὸς ἔκδοσιν ὑφ’ Ἱπποκράτους μόνα. τῶν δ’ ἄλλων πέντε
8. τὸ μὲν πέμπτον τε καὶ ἕβδομον ἐναργῶς εἶναι νόθα, τὸ δ’
9. ἕκτον τοῦτο καὶ πρὸ αὐτοῦ τὸ δεύτερον, ἐξ ὧν αὐτὸς Ἱπποκράτης
10. ἑαυτῷ παρεσκευάσατο, φασὶν ὑπὸ Θεσσαλοῦ τοῦ
11. υἱέος αὐτοῦ συντεθῆναι. καὶ τινὲς μὲν ἡγοῦνται καὶ αὐτόν
12. τι παραγράψαι τὸν Θεσσαλὸν, τινὲς δὲ ἄλλους τῶν μετ’
13. αὐτόν. ἐν μὲν οὖν τῷ πρώτῳ καὶ τῷ τρίτῳ τῶν ἐπιδημιῶν
14. καταστάσεις τέ τινας γράφει τοῦ περιέχοντος, ἐφ’
15. αἷς τὰ ἐπιδημήσαντα νοσήματα διηγοῦνται. ταύτῃ γὰρ ἐπ’
16. αὐτῶν αὐτὸς φαίνεται τῇ λέξει χρώμενος καὶ διὰ τοῦτο
17. καὶ τὸ ἐπίγραμμα τοῖς βιβλίοις τοῦτο ἐποιήσατο, τῶν ἐπιδημίων
1. νοσημάτων διδασκαλίας αὐτοῖς γινομένης, οὐ τῶν
2. αὐτοῦ τοῦ Ἱπποκράτους ἐπιδημιῶν ἃς ἐποιεῖτο κατὰ τὰς
3. πόλεις, ἐνταυθοῖ δὲ τοῦτο μὲν ὀλίγον ἐστίν. τὸ δὲ πλεῖστον
4. εἶδος τῆς διδασκαλίας ἀφορισμοί τινες εἶναι φαίνονται
5. κατὰ περιγραφὴν ἕκαστος ἰδίαν γεγονότες, ὥστε δι’ ἀπορίαν
6. οἰκείας ἐπιγραφῆς. καὶ ταῦτα τὰ δύο βιβλία συγχρήσασθαί
7. φασι τῇ τῶν ἐπιδημιῶν, ὀλίγιστον ἔχοντα τὸ τῆς
8. ἐπιγραφῆς οἰκεῖον. ἐοικὸς δὲ αὐτοῖς ὅσον ἐπὶ τῷ χαρακτῆρι
9. τῆς λέξεως τὸ τέταρτον, ἀπολείπεται. πάμπολυ τῷ χρησίμῳ
10. τῆς θεωρίας. ὅσοι δὲ Θεσσάλου καταστάσεις ἐπέγραψαν
11. τὸ προκείμενον βιβλίον τοῦτο, προδήλως ἥμαρτον.
12. ἀρκεῖ γάρ μοι ταῦτα προειρῆσθαι, γεγραμμένων ἐνίοις τῶν
13. ἐξηγητῶν καὶ ἄλλων οὐκ ὀλίγων, ἃ διὰ τὸ μὴ βούλεσθαι
14. μηκύνειν ἀκόλουθον ἦν παραλιπεῖν.

Cliquer un n° de page pour en afficher l’image