5. Κατ’ ἴξιν καὶ πλευρέων ὀδύνη καὶ συντάσιες ὑποχονδρίων
6. καὶ σπληνὸς ἐπάρσιες καὶ ἐκ ῥινῶν ῥήξιες καὶ ὦτα κατ’
7. ἴξιν· τούτων τὰ πλεῖστα ταῦτα καὶ εἰς ὀφθαλμούς.
9. Ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων ἡ λέξις οὕτως ἔχει
10. καθότι νῦν γέγραπται. σπανίως δ’ ἂν εὕροις καὶ τήνδε
11. κατ’ ἴξιν καὶ πλευρέων ὀδύνη καὶ τῶν ὑποχονδρίων τάσιος
12. καὶ σπληνὸς ἐπάρσιος καὶ ἐκ ῥινῶν ῥήξιος, ἥν τινα κᾀγὼ
13. προσίεμαι γραφὴν οὖσαν ἰατρικήν τε καὶ σαφῆ. καὶ μέντοι
14. δηλούμενον κᾀκ τῆς ἑτέρας λέξεως ταὐτόν ἐστι καὶ
15. προεξηγησάμεθά τε κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ταύτην
16. τὴν ῥῆσιν. νυνὶ μέντοι περιττότερον πρόσκειται τὸ
17. τῶν ὤτων καὶ τῶν ὀφθαλμῶν, ὡς καὶ τούτων τῶν μορίων
18. ὑποπεπτωκότων τῷ κατ’ ἴξιν, ὥσπερ καὶ τὰ ἄλλα διττῶς.
1. ἐνίοτε μὲν γὰρ ἐξ ἑαυτῶν εἰς ἕτερά τινα μόρια τὰς ἀποθέσεις
2. ποιεῖται κατ’ εὐθυωρίαν, ἐνίοτε δὲ ἑτέρων πασχόντων
3. εἰς ὀφθαλμοὺς ἢ εἰς οὖς ταῦτα ἀποσκήπτει.