6. Πότερον μὴν ἄρα πάντων ἢ τὰ μὲν κάτωθεν ἄνω, οἷα τὰ
7. παρὰ γνάθους ἢ καὶ ὀφθαλμὸν ἢ καὶ οὖς, τὰ δὲ ἄνωθεν
8. κάτω οὐ κατ’ ἴξιν. καίτοι καὶ τὰ συναγχικὰ ἐρυθήματα
9. καὶ πλευρῶν ὀδυνήματα κατ’ ἴξιν.
11. Ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν οὐκέθ’ ἡ λέξις αὕτη
12. πρόσκειται, καθ’ ἣν ἀπορεῖ πότερον ἐκ μὲν τῶν κάτω τῆς
13. ἀποστάσεως ἄνω γινομένης χρησίμως ἀεὶ φυλάττεται τὰ
14. κατ’ εὐθυωρίαν. ἐκ δὲ τῶν ἄνωθεν κάτω διαφθείρονταί
15. τε καὶ γίνονταί τινες οὐ κατ’ ἴξιν ἀποστάσιες. ἄδηλον οὖν
16. ἐστὶν ὁπότερα γέγραπται πρότερον, τὰ κατὰ τὸ δεύτερον
1. τῶν ἐπιδημιῶν ἢ ταῦτα. οὐ γὰρ δήπου ἐκ τοῦ, δεύτερον
2. μὲν ἐκεῖνο, τοῦτο δ’ ἕκτον ἐπιγεγράφθαι, πρότερον τὰ κατ’
3. ἐκεῖνο γεγράφθαι νομιστέον, ἐν μὲν τοῖς πρὸς
4. ἔκδοσιν ὑπ’ αὐτοῦ γεγονόσιν, εὐλόγως τῆς τοιαύτης λέξεως
5. ἐμφαινομένης, ἐν δὲ τοῖς ὑπομνήμασιν οὐκ ἔτι. τὰ
6. γὰρ ἐν διαφόροις ἢ χάρταις ἢ δέλτοις ὑφ’ Ἱπποκράτους γεγραμμένα
7. τὸν υἱὸν αὐτοῦ Θεσσαλὸν ἀθροίσαντά φασι ταὐτὶ
8. τὰ δύο βιβλία συνθεῖναι, τό τε δεύτερον καὶ τὸ ἕκτον, ἔνιοι
9. δὲ καὶ τὸ τέταρτόν φασι. πρὸς ἔκδοσιν δ’ ὁμολογεῖται γεγονέναι
10. τὸ πρῶτόν τε καὶ τρίτον. διὸ καί τινας ἐπὶ προτέροις
11. τοῖς κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ὕστερα γέγραπται
12. τὰ κατὰ τοῦτο τὸ ἕκτον, εἰκός ἐστι θεασάμενον
13. ὕστερον αὐτὸν ἀπόστασιν εἰς τὰ κάτω γενομένην ἐπ’ ἀγαθῷ,
14. μὴ κατ’ ἴξιν, οὕτως γράψαι τὰ κατὰ τήνδε τὴν ῥῆσιν. εἰ
15. δ’ ἀπορῶν μὲν ἐνταῦθα, κρίνας δὲ ὕστερον ὑπὲρ ὧν ἀπορεῖ
16. βεβαίως ἀπεφῄνατο κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν,
17. ἐκείνοις μᾶλλόν ἐστι πιστευτέον. ἐν δ’ οὖν τούτοις οἷς νῦν
18. γράφει, καίτοι τὰ κυναγχικὰ ἐρυθήματα καὶ πλευρέων
1. ὀδυνήματα, κατ’ ἴξιν ἀκοῦσαι χρὴ περὶ μεταστάσεως οὐ
2. τῆς ἐκ τῆς πλευρᾶς εἰς τὰς κυναγχικὰς, ἀλλὰ τῆς ἐκ τῶν
3. κυναγχικῶν εἰς τὰς πλευρὰς εἶναι τὸν λόγον. αὕτη γὰρ
4. ἄνωθεν κάτω γίνεται, περὶ ἧς ἀπορῶν προειρήκει, τὰ δὲ
5. ἄνωθεν κάτω οὐ κατ’ ἴξιν. ταῦτ’ οὖν ἀνθυπενέγκας ἑαυτῷ,
6. μετὰ ταῦτα. ἐπιφέρει τὰ κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἔχοντα.