9. Ἦ καὶ τὰ κάτω τοῦ ἥπατος, ἄνωθεν διαδιδόντα, οἷον εἰς
10. ὄρχιας καὶ κιρσούς.
12. Τοῖς κυναγχικοῖς τὰς τῶν πλευρῶν ὀδύνας κατ’ ἴξιν
13. γίνεσθαι προειπὼν, ἑξῆς ζητεῖ πότερα καὶ περὶ τῶν εἰς τὰ
14. κάτω τοῦ σώματος ἀποστάσεων ἀεὶ φυλάττεται τὸ κατ’ ἴξιν
15. ἢ οὐ, καθάπερ ἐν τῇ πρὸ ταύτης ῥήσει διηπόρησεν. ἀλλ’
16. ἐκεῖ μὲν ἔφη τὰς εἰς τὰ κάτω τοῦ ἥπατος, ὅρον ὡς ἔοικε
17. τιθέμενος τὸ ἧπαρ τῶν ἄνω τε καὶ κάτω τοῦ σώματος
1. ἁπάντων μορίων. ἔζευκται γὰρ αὐτοῦ τὰ κυρτὰ τῷ διαφράγματι,
2. καὶ διὰ τοῦθ’ ὅσα τοῦ ἥπατός ἐστιν ἄνω, ταῦτα
3. καὶ τοῦ διαφράγματος ἄνω τετύχηκεν ὄντα, τὰ κατὰ τὴν
4. καρδίαν δηλονότι καὶ πνεύμονα καὶ τὸν ταῦτα περιέχοντα
5. θώρακα καὶ πολὺ μᾶλλον ἔτι τὰ κατὰ τὸν τράχηλόν τε καὶ
6. κεφαλήν. τὰ δ’ ἄλλα πάντα κάτω τοῦ σώματός ἐστι, πρὸς
7. ἄλληλα μέντοι παραβαλλόμενα καὶ αὐτῶν τῶν ἄνω τὰ μὲν
8. μᾶλλόν ἐστιν ἄνω, τὰ δ’ ἧττον. ἔθος δ’ ἐστὶν ἡμῖν ἐν
9. τοῖς οὕτω λεγομένοις πᾶσιν, ἐνίοτε τὸ μὲν ἧττον ἄνω κάτω
10. λέγειν, ὡς πρὸς τὸ ὑπερκείμενον αὐτοῦ παραβάλλουσι. τὸ
11. δ’ ἧττον κάτω καὶ τοῦτ’ ἄνω πρὸς τὰ κάτωθεν αὐτοῦ καὶ
12. διὰ τὴν ἀμέλειαν τῆς τοιαύτης ἑρμηνείας εἰς ἔθος οὐκ ὀλίγον
13. ἐκτεταμένης, ὁμωνυμία τέ τις γίνεται καὶ ταραχὴ κατὰ
14. τοὺς λόγους, ἧς δὴ μεμνημένοι, ὅταν ἀκούσωμεν
15. λέγοντος αὐτοῦ τὰς εἰς τὰ κάτω, τῶν ἀποστάσεων ἀμείνους
16. εἶναι, σκοπεῖσθαι χρὴ κατὰ τίνα τρόπον χρήσεως εἴρηκε
17. κάτω, μετὰ τοῦ καὶ προσδιορίζεσθαι τὰ τῶν μορίων ἀξιώματα.
1. διὰ τοῦτο γὰρ, ὡς ἐπὶ τὸ πλεῖστον αἱ ἄνω τῶν
2. ἀποστάσεων εἰσὶ χαλεπώτεραι, διότι κινδυνωδέστερα ταῦτά
3. ἐστι τὰ πάσχοντα τὸ αὐτὸ πάθος τοῖς κάτωθεν. ἐάν τε
4. γὰρ ἐγκέφαλος, ἐάν τε λάρυγξ ἢ στόμαχος ἢ πνεύμων ἢ
5. θώραξ ἢ καρδία φλεγμῄνῃ, θανατῶδες γίνεται τὸ νόσημα.
6. τῶν δὲ κάτω τοῦ ἥπατος φλεγμῃνάντων, ὀλίγοι πάνυ διαφθείρονται
7. καὶ μάλιστα ἐὰν ὀρθῶς θεραπεύωνται· καὶ
8. αὐτοῦ δὲ τοῦ ἥπατος τὰ κυρτὰ τῶν σιμῶν πολὺ κινδυνωδέστερα·
9. καί τινες αὐτὰ τῶν ἄνω μερῶν τοῦ σώματος ὅλου
10. τίθενται, καθάπερ καὶ τῆς γαστρὸς τὸ στόμα. ταῦτα μὲν
11. οὖν ἡμῖν κατὰ τὸ πάρεργον εἰρήσθω, καίτοι γ’ οὐκ ὄντα
12. πάρεργα, τὸ δ’ ὑπόλοιπον τῆς εἰς τὴν προκειμένην ῥῆσιν
13. ἐξηγήσεως ἐφεξῆς ποιησόμεθα. ζητεῖν γὰρ ἔοικεν ὁ Ἱπποκράτης
14. ἦ καὶ τὰ κάτω τοῦ ἥπατος ἐκ τῶν ἄνω διαδιδόντα,
15. οἷον τὰ εἰς ὄρχεις καὶ κιρσοὺς ἄμεινόν ἐστι γενέσθαι κατ’
16. ἴξιν ἢ κᾂν μὴ κατ’ ἴξιν γένηται, δύναται βοηθεῖν αὐτοῖς
17. ὁμοίως. ἐπί τινων μὲν οὐδὲ δυνατὸν γνῶναι τὸ κατ’ ἴξιν.
1. οἷον ὅτι κιρσοὶ μανίαν ἰάσαντο, κατ’ ἴξιν γενομένης τῆς
2. ἀποστάσεως. οὐ γάρ ἐστι διακρῖναι πότερον ἐν τοῖς δεξιοῖς
3. μέρεσι τοῦ ἐγκεφάλου τῆς διαθέσεως γενομένης ἐμάνησαν
4. ἢ ἐν τοῖς ἀριστεροῖς, ὥσπερ οὐδ’ ἂν βηττόντων χρονίως
5. ἄνευ πλευρᾶς ἀλγήματος ἀπόστασις εἰς ὄρχιν γένηται. καίτοι
6. τάχα κᾀπὶ τούτων διαφυλάττεται τὸ κατ’ ἴξιν, εἰ καὶ
7. μὴ γινώσκομεν ἡμεῖς βεβαίως ὁπότερον μέρος τοῦ πνεύμονος
8. ἢ τοῦ ἐγκεφάλου πέπονθεν. ἀλλὰ καὶ μελαγχολίαν αἱμοῤῥοῒς
9. ἰάσαιτο πολλάκις οὐδ’ ἐνταῦθα γινωσκόντων ἡμῶν
10. τὸ κατ’ ἴξιν. ὅτι δὲ καὶ διὰ μήτρας αἵματος κένωσις δαψιλὴς
11. πολλὰ τῶν νοσημάτων ἰᾶται πρόδηλον. ἀλλ’ οὐδ’
12. ἐνταῦθα δυνατὸν γνῶναι πότερον διὰ τῶν τῆς δεξιᾶς μήτρας
13. φλεβῶν ἡ ἔκκρισις ἢ διὰ τῶν τῆς ἀριστερᾶς ἢ δι’
14. ἀμφοτέρων ἐγένετο. ταύτῃ μὲν οὖν δυσδιάγνωστον ἢ ἄγνωστον
15. ἔχει τὸ κατ’ ἴξιν. ἐφ’ ὧν δ’ ἐστὶ διαγνῶναι τὸ κατ’
16. ἴξιν κᾀπὶ τούτων ὡς ἔοικεν ὁ Ἱπποκράτης σκεπτέον εἶναί
1. φησιν ᾗ διὰ παντὸς, ἐπὶ τῶν εἰς τὰ κάτω μόρια γινομένων
2. ἀποστάσεων, ἀμείνους εἰσὶν αἱ κατ’ ἴξιν.