5. Σκεπτέα ταῦτα, ὅπῃ καὶ ὅθεν καὶ διὰ τί.
7. Ἄδηλον εἴτε μόνοις τοῖς ὑστάτοις εἴτε πᾶσι τοῖς
8. προειρημένοις ὑπὲρ τῶν κατ’ ἴξιν τε καὶ οὐ κατ’ ἴξιν ἀποστάσεων
9. ἐπενήνεκται τοῦτο. τὸ δ’ οὖν λεγόμενον αὐτὸ
10. τοιόνδε ἐστίν. ἐπισκέπτεσθαί φησι χρῆναι τό τε χωρίον εἰς
11. ὃ ἡ ἀπόστασις γίνεται. τοῦτο γὰρ ἐκ τοῦ ὅπῃ σημαίνεται,
12. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐξ οὗ. καὶ τοῦτο
13. γὰρ ἐκ τοῦ ὅθεν δηλοῦται καὶ πρὸς τούτοις ἔτι τὴν αἰτίαν
14. δι’ ἣν ἀπόστασις γίνεται. τοῦτο γὰρ αὖ πάλιν ἐκ τοῦ διὰ
15. τί σημαίνεται. χρὴ γὰρ εἰδέναι πότερον ὑπὸ τῆς φύσεως
16. ἐπὶ πέψει τοῦ νοσήματος ἢ μεταῤῥυέντος ἀπέπτως τοῦ λυποῦντος,
17. ἐξ ἑτέρου μέρους εἰς ἕτερον ἡ ἀπόστασις ἐγένετο.
18. δύναται δέ τις καὶ χωρίζειν ἀπὸ τῶν προειρημένων τὴν
1. ῥῆσιν ταύτην, ἀρχὴν τῶν ἐφεξῆς εἰρημένων ποιεῖσθαι κατὰ
2. τὸν προγεγραμμένον τρόπον.