6. Φλέβες κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα
7. λαμπρὸν, ἢν πνεῦμα ἐγκαταλείπηται ἢ βὴξ ξηρὴ, μὴ θηριώδης,
8. εἰς ἄρθρα στηρίζειν προσδέχεσθαι δεῖ κατ’ ἴξιν
9. τῶν ἐντασίων τῶν κατὰ τὴν κοιλίην, ὡς ἐπὶ τὸ πουλύ.
11. Εἶπον ὅτι καὶ χωρὶς τοῦ πρώτου μέρους τῆς ῥήσεως
12. ἀναγινώσκειν ἐστὶ δυνατὸν αὐτὸ καθ’ ἑαυτὸ, ἢν πνεῦμα
13. ἐγκαταλείπηται καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα. πνεῦμα δὲ
14. δηλονότι νῦν ἀκούσομεν τὸ πλέον τοῦ κατὰ φύσιν, ἵν’ ὁ
15. λόγος ᾖ τοιοῦτος. ἐὰν ἐν νόσῳ ῥᾳστωνήσαντές τινες ἔχωσι
16. τάς τε τῶν κροτάφων φλέβας οὐχ ἱδρυμένας, ὅπερ ἐστὶν
17. ἐπὶ πλέον διαστελλομένας, καὶ τὸ χρῶμα μὴ κατὰ φύσιν ἥ
1. τ’ ἀναπνοὴ πλείων ᾖ καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρημένα, τούτοις
2. εἰς ἄρθρα τὴν ἀπόστασιν ἔσεσθαι προσδοκᾷν χρή. τὰ
3. δὲ ἐφεξῆς εἰρημένα τάδε ἐστί. πρῶτον μὲν τὸ ξηρὴ βὴξ,
4. δεύτερον δὲ τὸ μὴ θηριῶδες. ἡ μὲν οὖν ξηρὰ βὴξ λέγεται
5. συνήθως ἐφ’ ἧς οὐδὲν ἀναπτύεται. τοῦτο δ’ οὕτως ῥηθὲν
6. ἐν μὲν συγγράμματι προφανῶς ἐνδείκνυται τὸν γράψαντα
7. χαίρειν αἰνιγματώδει λέξει· τὸν δ’ αὐτῷ τινὰ ὑπογραφὴν
8. ἐν ὑπομνήματι πεποιημένον οὐκ ἄν τις μέμψαιτο. πολλὰ
9. γὰρ οὕτως εἰώθαμεν ἡμῖν αὐτοῖς ὑποτυποῦσθαι συμβολικῶς.
10. ἴσως οὖν καὶ νῦν ἑαυτῷ ταῦτ’ ἔγραψεν ὁ Ἱπποκράτης, ἐπὶ
11. πλειόνων παθῶν ποιούμενος τὸν λόγον, ἐνταυθοῖ μὲν ἐπὶ
12. τῆς ξηρᾶς βηχὸς ἐν περιπνευμονίας καὶ πλευρίτισι· καὶ γὰρ
13. καὶ τὸ πνεῦμα τούτοις ὁμολογεῖ· τὰ δ’ ἔμπροσθεν ἡνίκα
14. περὶ τῶν κατὰ τὸ πρόσωπον ἔγραψεν ἐπὶ πυρετῶν θερμῶν
15. καὶ διακαῶν. ἐγχωρεῖ δὲ καὶ περὶ τῶν κατὰ τὸν θώρακα
16. καὶ πνεύμονα λελέχθαι κᾀκεῖνα. γενήσεται τοιγαροῦν σύμπας
17. λόγος τοιόσδε. ἐὰν ἐπὶ πλέον ἅμα τοῖς εἰρημένοις αἱ βῆχες
1. ὦσι ξηραὶ, προσδέχεσθαι τὴν ἀπόστασιν εἰς ἄρθρα. διορισμὸν
2. δὲ τινα ταῖς βηξὶ προσγράψας ἀσαφῆ ζήτησιν ἑτέραν
3. εἰργάσατο, τίνες εἰσὶν αἱ θηριώδεις βῆχες. ἔνιοι μὲν
4. οὖν ἐπὶ ταῖς ἕλμινσιν, ὅταν ἐπὶ τὸ στόμα τῆς κοιλίας ἀνενεχθεῖσαι
5. δάκνωσι, τὰς βῆχάς φασι γίνεσθαι ξηρὰς, ὅπερ
6. εἰ ὄντως ἐφαίνετο συμβαῖνον, οὐκ ἂν ἦν ζήτημα. νυνὶ δὲ
7. μυριάκις εἴδομεν ἄνευ βηχῶν ἕλμινθας ἐνοχλούσας τὰ κατὰ
8. τὸ στόμα τῆς γαστρὸς καὶ διὰ τοῦθ’ οἱ πλείους τῶν ἐξηγητῶν
9. ἐπ’ ἄλλας ἐξηγήσεις ἐτράποντο. τινὲς μὲν τὸ θηριῶδες
10. ἐπὶ τῶν φυσικῶν εἰρῆσθαι λέγοντες ἐπειδὴ γρυποῦνται
11. τοὺς ὄνυχας ὥσπερ τὰ θηρία, τινὲς δὲ ἐπὶ κακοήθους. ἐν
12. γὰρ ταῖς κρισίμοις ἀποστάσεσιν ὥσπερ ἄπεπτον εἶναι χρὴ
13. τὴν νόσον, οὕτω καὶ περιεστηκυῖαν. ἥ τε γὰρ πεττομένη
14. χωρὶς ἀποστάσεως ἐπαγγέλλεται τὴν λύσιν, ἥ τε ὀλέθριος,
15. οὐδὲ γενήσεσθαί τινα κρίσιμον ἀπόστασιν. ἐὰν δὲ ἐπὶ πλέον
16. ἄπεπτόν τε διαμένῃ τὸ νόσημα καὶ μὴ κακόηθες ᾖ, προσδέχεσθαι
17. χρὴ γενήσεσθαί τινα ἀπόστασιν, ὅτε δὲ ἄπεπτόν
18. τε ἅμα καὶ περιεστηκὸς τὸ νόσημα, χρὴ διαμένειν
1. ἄχρι πλείονος, ἵν’ ἐλπίσωμεν ἀπόστασιν ἔσεσθαι, σαφῶς
2. αὐτὸς ἐδήλωσεν ἐν προγνωστικῷ γράψας οὕτως. ὅσοι δ’
3. ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἤν τἄλλα
4. ὡς περιεσομένοισι σημεῖα ᾖ, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι
5. εἰς τὰ κάτω τῶν φρενῶν χωρία. γενήσεται τοιγαροῦν
6. ὁ σύμπας λόγος τοιοῦτος. ἐὰν ἄπεπτον διαμένῃ τῶν
7. κατὰ θώρακα καὶ πνεύμονα νοσημάτων τι καὶ μηδὲν ἔχῃ
8. κακόηθες, ἀπόστασιν χρὴ προσδέχεσθαι. τοῦ δ’ ἄπεπτον
9. εἶναι σημεῖον ἡ ξηρὰ βήξ. ἐὰν γὰρ ἀναπτύωσί τι πέψεώς
10. ἐστι γνώρισμα. τοῦτο δ’ αὖ τὸ ἀναπτυόμενον, εἰ μὲν ὑγρὸν
11. καὶ λεπτὸν εἴη, μετρίας, εἰ δὲ ταχὺ, τελείας. εἴρηται δὲ
12. ἐπὶ πλέον περὶ τῶν τοιούτων ἔν τε τοῖς εἰς τὸ περὶ διαίτης
13. ὀξέων ὑπομνήμασι κᾀν τοῖς περὶ κρίσεων, οὐδὲν ἧττον κᾀπὶ
14. τῶν ἐν ταῖς νόσοις καιρῶν. ὃ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως
15. ἔγραψεν, ἔνθα φησὶ τῶν ἐντασίων τῶν κατὰ τὴν κοιλίαν,
16. οἱ πλεῖστοι μὲν τοῖς προειρημένοις, ἔνιοι δὲ καὶ καθ’
17. ἑαυτὸ μόνον ἰδίαν ἔχειν φασὶ τὴν διάνοιαν. ἐὰν μὲν οὖν
1. συνάψαντες αὐτὸ τοῖς προειρημένοις ἀναγνῶμεν, ὁ λόγος
2. ἔσται τοιοῦτος. ὅταν ἐπὶ τοῖς προειρημένοις, ἐλπίσῃς ἀπόστασιν
3. ἔσεσθαι, τὰς κατὰ κοιλίαν ἐντάσεις προσεπίβλεπε.
4. δυνήσῃ γὰρ ἐκ τούτων εὑρεῖν ἢ εἰς τὸ δεξιὸν μέρος τοῦ
5. σώματος ἢ εἰς τὸ λαιὸν ἡ ἀπόστασις ἔσται τοῦ νοσήματος·
6. αἱ γὰρ ἐντάσεις αὗται κατ’ ἴξιν ἑαυτῶν ἀγγέλλουσιν ἔσεσθαι
7. τὰς ἀποστάσεις. ἐὰν δὲ πάλιν αὐτό τις ἀναγινώσκει
8. τὸ κατ’ ἴξιν τῶν κατὰ τὴν κοιλίαν ἐντάσεων, ὁ λόγος ἔσται
9. τοιοῦτος. ὥσπερ ὅταν ἐπὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις
10. πάσχουσιν, ἀπέπτως τε καὶ περιεστηκῶς ἀποστάσεις ὁρῶμεν
11. γινομένας, οὕτως κᾀπὶ τῶν κατὰ τὴν κοιλίαν εὑρήσεις
12. συμβαῖνον. ἔσονται δὲ αὗται κατ’ ἴξιν τῶν πεπονθότων
13. μορίων.