2. Χυμοὺς τοὺς μὲν ἐξῶσαι, τοὺς δὲ ξηρᾶναι, τοὺς δὲ ἐνθεῖναι,
3. καὶ τῇ τι μὲν, τῇ τι δὲ μή.
5. Κᾀν τῷ περὶ χυμῶν ἐμάθετε περὶ τούτων τελεώτερον,
6. ὥσπερ κᾀν τοῖς ἡμετέροις θεραπευτικοῖς, ὥς ποτε μὲν αἰσθητῶς
7. ἐκκενοῦν προσήκει τοὺς πλεονάζοντας χυμοὺς ἢ
8. ἐμέτοις ἢ κλυστῆρσιν ἢ διὰ καθαιρόντων φαρμάκων ἢ δι’
9. οὔρων ἢ δι’ ἱδρώτων ἢ διὰ φλεβοτομίας ἢ δι’ αἱμοῤῥοΐδος
10. ἢ διὰ μήτρας ἢ ἀποσχάζοντας, ἐνίοτε δὲ διαφορεῖν τοῖς
11. ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ὧν ὠνόμαζε τοῦτο μὲν
12. ξηρᾶναι, τὸ πρότερον δὲ ἐξῶσαι. κοινοῦ δὲ ἀμφοτέροις
13. ὄντος τοῦ κενῶσαι, τὸ ἐναντίον τῷ τρίτῳ ἔγραψεν, ὀνομάσας
14. ἐνθεῖναι, τουτέστι γεννῆσαι τοὺς λείποντας χυμούς.
15. εὔδηλον δ’ ὅτι διὰ τῶν ἐσθιομένων καὶ πινομένων ἐντίθεμεν
16. τούτους, ἐκλεγόμενοι τάς τε προσηκούσας ποιότητας
1. αὐτῶν καὶ τὰς ποσότητας, καὶ φροντίζοντες ὅπως πεφθῇ τε
2. καὶ ἀναδοθῇ καὶ προστεθῇ τοῖς σώμασι. τὸ δὲ καὶ τῇ τι
3. μὲν, τῇ τι δὲ μὴ, κἂν εἰ μὴ ἐλέλεκτο, σαφὲς ἦν. ἐνίοτε μὲν
4. γὰρ ἐφ’ ἑνὸς ἀνθρώπου τινὰ μὲν εἰς ὄγκον ᾐρμένα μόρια
5. κενώσεως δεῖται, τινὰ δὲ ἀτροφοῦντα προσθέσεως.