5. Καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον.
7. Ἢν χωρὶς τοῦ μὲν ἐγέγραπτο συνδέσμου, σαφὴς ἡ λέξις
8. ἦν. εἰρηκὼς γὰρ ὅτι τοῖς ἐξέρυθρον ἔχουσι τὸ πρόσωπον
9. αἱ ὑποστάσεις γίνονται, μὴ ῥυέντος αἵματος ἐκ ῥινὸς
10. ἢ σμικροῦ ῥυέντος, εἰκότως ἂν ἐπήνεγκεν, ἐὰν λείπηταί τι
11. ῥυέντος, ἕτοιμόν ἐστι τὸ νόσημα πρὸς ἀπόστασιν. ἐπεὶ δὲ
12. ὁ μὲν σύνδεσμος πρόσκειται, προσυπακοῦσαι προσῆκεν, ἢν
13. μὴ ἐγκαταλείπηται, οὐκ ἔσται ἡ ἀπόστασις, οὐ μόνον δὲ ἐν
14. τοῖς ὑπομνήμασιν, ἅπερ ἀναγράφουσιν ἑαυτοῖς οἱ ἄνθρωποι,
15. τοιαύτας ἐστὶ λέξεις εὑρεῖν, ἀλλὰ καὶ ἐν συγγράμμασιν, ὡς τοῦ
16. μὲν συνδέσμου προειρημένου, μηκέτ’ ἀνταποδοθῆναι μηδὲν
1. αὐτῷ, καὶ τοῦτ’ ἔγνων μάλιστα τοὺς περὶ τὸν Διοσκορίδην
2. εἰδότας, ἐπειδὴ καὶ γραμματικώτεροι τῶν ἄλλων εἶναι
3. προσποιοῦνται, φυλάξαι τὴν παλαιὰν γραφὴν, ἣν οἵ τ’ ἐξηγηταὶ
4. πάντες ἴσασι καὶ τὰ ἀντίγραφα πάντ’ ἔχουσι, ἢ εἴπερ
5. ἐδόκει περιττὸς ὁ μὲν σύνδεσμος εἶναι, περιελεῖν αὐτὸν
6. τολμῆσαν μᾶλλον, οὐ μεταγράφειν εἰς τὸ μή. τὸ γὰρ
7. καὶ ἢν μὴ ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον ἑαυτῷ μάχεται,
8. τοῦ μὲν ἐγκαταλείπηται, τὰ μὴ τελέως, ἀλλ’ ἐκ μέρους κενούμενα
9. δηλοῦντος, τοῦ δὲ καὶ ἢν μὴ ῥυέντων, τοὐναντίον
10. ἐμφαίνεται, ὥσπερ καὶ τοῦ δαψιλῶς ῥυῆναι. καθάπερ οὖν
11. ἐπὶ τούτου, τὸ ἐγκαταλείπηται λέγειν οὐ προσῆκον, οὕτως
12. οὐδ’ ἐφ’ οὗ μηδ’ ὅλως ἐῤῥύη. καὶ γὰρ εἰ μὴ ἐπὶ τοῦ λυποῦντος
13. χυμοῦ δεξόμεθα, τὸ ἐγκαταλείπεσθαι λελέχθαι,
14. καθάπερ ἔνιοι βούλονται, πρὸς τὸ νόσημα μεταδόντες τὸν
15. λόγον ὡς ἐν ταῖς ἐλλιπέσιν αἱμοῤῥαγίαις, ἐγκαταλείπεται
16. νοῦν ἕξει. ῥυέντος γὰρ αἵματος, οὐ μὴν αὐτάρκως, ἐλλιπεῖς
1. αἱ κρίσεις γίνονται τῶν νόσων, ἐφ’ ὧν προσήκει λέγεσθαι
2. τὸ ἐγκαταλείπεσθαι.