5. Δίψα ἐγκαταλειφθεῖσα καὶ στόματος ἐπιξηρασίη
6. καὶ ἀηδίη καὶ ἀποσιτίη τοῦτον τὸν λόγον.
8. Ὅταν τοῦ πυρετοῦ παυσαμένου μείνῃ τινὰ τῶν συμπτωμάτων,
9. ἐγκαταλείπεσθαί τι λέγεται τῆς νόσου λείψανον.
10. ἐμνημόνευσεν· οὖν ὁ Ἱπποκράτης ὡς ἐν παραδείγματι τῶν
11. κυριώτατα ὑπολειπομένων, δίψαν καὶ στόματος ξηρότητα καὶ
12. ἀηδίαν καὶ ἀποσιτίαν, τουτέστιν ἀνορεξίαν, ὥστε ἐξήγησις
13. αὕτη ἡ ῥῆσίς ἐστι τοῦ προειρημένου κατὰ τὴν ἔμπροσθεν
14. ῥῆσιν, ἔνθα φησὶ, καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται. διττῶς
15. γὰρ ἀκούομεν τοῦ ἐγκαταλείπεσθαι, καθ’ ἕνα μὲν τρόπον
16. ἐπὶ τοῦ νοσοποιοῦντος χυμοῦ, καθ’ ἕτερον δὲ ἐπὶ τῆς
1. νοσώδους διαθέσεως. ἐξηγεῖται οὖν τὰ γνωρίσματα τῆς
2. ἐγκαταλειπομένης διαθέσεως νοσώδους.