5. Πυρετοὶ δὲ οὐκ ὀξεῖς οἱ τοιοῦτοι, ὑποστροφώδεες δέ.
7. Καὶ τοῦθ’ ἕν ἐστι τῶν συντελούντων εἰς τὴν τῶν ἐσομένων
8. ἀποσκημμάτων πρόγνωσιν. οἱ γὰρ ὀξεῖς πυρετοὶ καὶ
9. ταχέως κρίνονται καὶ δι’ ἐκκρίσεων ἔχουσι τελέαν τὴν λύσιν.
10. οἱ δ’ οὐκ ὀξεῖς καλούμενοι ὑποστροφώδεες καὶ χρονίζουσι
11. καὶ λύσεις ἐλλιπεῖν ποιησάμενοι, μετὰ ταῦτα πάλιν
12. ὑποστρέφουσι καὶ δευτέραν ἔκκρισιν ἐξ ἀποσκήμματος ἔχουσι
13. τελέαν τὴν λύσιν.