2. Ὅσοι τριταιοφυεῖς, τούτοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ
3. παροξυσμοῦ.
5. Τίνας ποτὲ λέγει τριταιοφυεῖς, ἐξήγηται, διότι καὶ
6. περὶ τῶν ἡμιτριταίων τε καὶ τῶν παρεκτεταμένων τριταίων.
7. ἓν γὰρ μόνον ὡμολόγηται τοῖς νεωτέροις ἰατροῖς ἐν τῇ τῶν
8. εἰρημένων ὀνομάτων ἐξηγήσει, τὸ κατὰ τῶν ἀκριβῶν τριταίων
9. ὡς ἐντὸς τῶν δώδεκα ὡρῶν αὐτὸν περιγράφεσθαι,
10. τὰς δὲ ὑπολοίπους ὥρας ἀπυρέτους εἶναι. τῆς γὰρ τῶν
11. μεθοδικῶν ἀλλοκότου χρήσεως τοῦ τῶν ἡμιτριταίων ὀνόματος
12. οὐδὲ μεμνῆσθαι καλόν. εἴπερ δὲ ὁ ἀκριβὴς τριταῖος
13. ἐλάττονα τῶν δώδεκα ὡρῶν ἔχει τὸν παροξυσμὸν, ὁ πέντε
14. καὶ δέκα ὥρας παροξυνόμενος ἅπαντα τὸν ὑπόλοιπον ἔχων
15. χρόνον ἀπύρετον, ὀνομασθήσεται τριταῖος ἁπλῶς ἄνευ προσθήκης.
16. εἰ δὲ βούλοιτό τις ἀκριβολογεῖσθαι, τριταῖος οὐκ
17. ἀκριβής. καὶ εἴπερ αὐτὸς ὁ Ἱπποκράτης εἶπεν, πυρετοὶ
18. ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται,
1. πάντες κακοί. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι
2. ἀκίνδυνον. ἅπαντες οἱ διὰ τρίτης μὲν παροξυνόμενοι, παυόμενοι
3. δὲ εἰς ἀπυρεξίαν, ἀκίνδυνοι γενήσονται. ἀλλ’ εἴπερ
4. ἀκινδύνους τούτους εἶναι φήσομεν ἑπόμενοι τῇ γνώμῃ τοῦ
5. Ἱπποκράτους, οὐκ ἀκίνδυνον δὲ τὸ ἡμιτριταῖον αὐτὸς οἶδεν,
6. οὐκ ἔσται τῶν διαλειπόντων ὁ πυρετὸς οὗτος. ἀλλ’ οἱ
7. μὲν οὐκ ἔλαττον τῶν εἰκοσιτεσσάρων ὡρῶν ἔχοντες τὸ τοῦ
8. διαλείμματος, ἅπαντες ἁπλῶς τριταῖοι λεχθήσονται. οἷς δὲ
9. τὸ μὲν διάλειμμα τοῦ χρόνου τούτου βραχύτερον, οἱ δὲ
10. παροξυσμοὶ μακρότεροι, οὗτοι παρεκτεταμένοι τριταῖοι.
11. προσήκουσι δὲ τοὐπίπαν εἰς τὰ τρία διαστήματα, τεττάρων
12. τῶν πάντων ὄντων κατὰ τὴν διὰ τρίτης ἡμέρας περίοδον.
13. δύο μὲν γὰρ ἡμέραι, δύο δὲ νύκτες ἐν τῷ μεταξὺ
14. τῶν δύο παροξυσμῶν γίνονται πᾶσι τοῖς διὰ τρίτης παροξυνομένοις.
15. σπανίως δ’ εὕροις τὸν ὑπὲρ τὰ τρία διαστήματα
16. παροξυνόμενον εἰς ἀπυρεξίαν ἀφικνούμενον, ὃν οἱ περὶ
17. τὸν Ἀγαθῖνον εἰώθασι μέγαν ἡμιτριταῖον ὀνομάζειν. ὥσπερ
1. γε μέσον μὲν, ᾧ χρόνος ἶσος γίνεται παροξυσμοῦ τε καὶ
2. διαλείμματος, ᾧ μείων ὁ τοῦ παροξυσμοῦ χρόνος. ᾧ δ’
3. ἐντὸς τῶν εἰκοσιτεσσάρων ὡρῶν ὁ χρόνος περιγράφεται τοῦ
4. παροξυσμοῦ, μικρὸν ἡμιτριταῖον ὀνομάζουσι τοῦτον, ὥστε
5. οὔτε τριταῖον οὔτε παρεκτεταμένον ὀνομάζει ποτὲ τριταῖον.
6. εἰ γὰρ ὁ μὲν ἀκριβὴς τριταῖος οὐχ ὑπερβάλλει τὰς δώδεκα
7. ὥρας. ὁ δ’ ὑπὲρ ταύτας εὐθύς ἐστι μικρὸς τριταῖος, οὐδεὶς
8. ἔσται τριταῖος ἁπλῶς, ἔτι δὲ μᾶλλον οὐδ’ ἐκτεταμένος
9. τριταῖος· οὐχ ὑπαρχόντων δὲ τούτων, οὐδ’ ἀκριβῆ τριταῖον
10. ὀνομάζειν ἀναγκαῖον ἔσται. μηδενὸς γὰρ ἀκριβοῦς
11. ὄντος, ἡ προσθήκη ματαία. πῶς οὖν ὁ Ἱπποκράτης ἀκριβῆ
12. τριταῖον εἴωθε καλεῖν, ἐνὸν ἁπλῶς ὀνομάζειν τριταῖον,
13. εἴπερ οὗτος μόνος ἐστὶ τριταῖος ὁ τῶν δώδεκα ὡρῶν ὀλιγοχρονιώτερον
14. ἔχων τὸν παροξυσμόν. εὔδηλον οὖν ὅτι τοῦτον
15. μὲν ἀκριβῆ καλεῖ καὶ μᾶλλόν ἐστι τὸν καὶ τὰ ἄλλα ἔχοντα
16. γνωρίσματα τὰ γεγραμμένα πρὸς ἡμῶν ἐν τοῖς περὶ κρίσεων
17. ὑπομνήμασιν. ἁπλῶς δὲ τριταῖον τὸν ὑπὲρ τὰς
1. δώδεκα ὥρας ἐκτεταμένον ἔχοντα τὸν παροξυσμόν. ἐὰν δὲ
2. τὰς εἴκοσι τέσσαρας ὑπερβάλλῃ, τριταῖον μακρὸν ἢ ἐκτεταμένον
3. ὀνομάσομεν τοῦτον. ὅστις δ’ ἂν ὑπὲρ τὰ τρία διαστήματα
4. τὸν παροξυσμὸν ἐκτείνῃ, τοῦτον ὀλιγάκις ἂν εὕροις
5. εἰς τὴν καλουμένην εἰλικρίνειαν ἀφικνούμενον. οὐ μὴν οὐδ’
6. ἡμιτριταῖον ἤδη καλέσομεν αὐτὸν, ἐὰν μήτε τὰς ἐπαναλήψεις
7. ποιῆται φρικώδεις, μήτε ἐν τῇ ἑτέρᾳ τῶν ἡμερῶν
8. ἕτερον ἔχῃ παροξυσμὸν ἐπαναλήψεως χωρίς. τοῦτον μὲν
9. οὖν ἡμιτριταῖον ὀνομάσομεν. ἐὰν δέ τις διὰ τρίτης παροξύνηται
10. πυρετὸς, οὐδὲ βραχὺ διάλειμμα ποιούμενος ὡς δοκεῖν
11. ἐν αὐτῷ πλησίον εἶναι τὸν κάμνοντα τῆς εἰλικρινοῦς
12. ἀπυρεξίας, τοῦτον ὀξὺν ὀνομάσομεν πυρετὸν, αὐτὸ τοῦθ’
13. ὅπερ ὑπάρχει περὶ αὐτοῦ λέγοντες, ὡς διὰ τρίτης παροξύνει.
14. μόνος οὖν ἔτι τῶν διὰ τρίτης παροξυνομένων ὀνομασθήσεται
15. τριταιοφυὴς, ὁ πλησίον ἀπυρεξίας ἀφικνούμενος.
16. εἰ δέ τις καὶ τοὺς ἄλλους ἅπαντας ὀξεῖς πυρετοὺς, ὅσοι
17. διὰ τρίτης παροξύνουσι, τριταιοφυεῖς ὀνομάζειν θέλει, δόξει
1. τάχα καὶ αὐτὸς οὐκ ἀλόγως ἐπὶ ταύτην ἀφῖχθαι τὴν δόξαν.
2. οὐ μὴν τῶν γε εἰς ἀπυρεξίαν ληγόντων τινὰ πυρετῶν ὑφ’
3. Ἱπποκράτους ἡμιτριταῖον ὀνομάζεσθαι συγχωρήσομεν. ἀκίνδυνοι
4. μὲν γὰρ οὗτοι, κινδυνώδης δὲ ἡμιτριταῖος. ἐν τῷ
5. μεταξὺ δ’ αὐτῶν εἰσὶν αὐτοὶ παραφυεῖς, οὕς φησι δύσφορον
6. ἔχειν τὴν πρὸ τοῦ παροξυσμοῦ νύκτα. πάντως μὲν γὰρ
7. ἐκείνοις ὑπάρχει τοῦτο, τοῖς δ’ ἐκτεταμένοις τριταίοις οὐ
8. πᾶσιν. ὅπως δὲ μὴ πράγματ’ ἔχοιμι, πολλάκις ὑπὲρ τοῦ
9. κατὰ τὸν ἡμιτριταῖον σημαινομένου καὶ γράφων καὶ τοῖς
10. πυνθανομένοις ἀποκρινόμενος, ἓν ἰδίᾳ περὶ τούτου ἔγραψα
11. βιβλίον· ἐν μέντοι τοῖς ἀφορισμοῖς χωρὶς τῶν τριταιοφυῶν
12. μνημονεῦσαί φησιν ἁπλῶς ὁ Ἱπποκράτης. ὅσοις δὲ κρίσις
13. γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ
14. παροξυσμοῦ. ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολύ.
15. κρίσιν δ’ οἱ μὲν ἤκουσαν, ὑφ’ ἧς ὀξύῤῥοπος γίνεται μεταβολή
16. τις ἀξιόλογος, οἱ δ’ ἁπλῶς τὸν παροξυσμόν. εἰώθει
17. δὲ ὄντως ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ γίνεσθαι
18. σχεδὸν ἅπασι τοῖς διὰ τρίτης παροξυνομένης πυρετοῖς,
1. ἄνευ τῶν ἀκριβῶν τριταίων. εἰ δέ ποτε κᾀπὶ τούτων γένηται,
2. κρίσιν ἕπεσθαι σημαίνει κατὰ τὴν ἐπιοῦσαν ἡμέραν
3. καὶ μάλιστ’ εἰ καὶ τὰ ἄλλα σημεῖα τοῦ γενήσεσθαι τὴν κρίσιν
4. ὁμολογεῖ.