Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 2.27, ed. Kühn, 1828, vol. 17b, p. 946-950. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:2.27


7. Βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι, ἐν πυρετοῖσι καυσώδεσι,
8. κἂν οὐ κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι,
9. οὐ τῷ θηριώδει, ἀλλὰ τῷ πνεύματι. δῆλον δέ ὅταν
10. γὰρ διαλέγωνται ἢ χάσκωσι, τότε βήσσουσιν. ὅταν δὲ
11. μὴ, οὔ. τοῦτο δ’ ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι μάλιστα
12. γίνεται.

14. Καὶ κατὰ τοὺς ἀφορισμοὺς ἔγραψεν περὶ τῶν αὐτῶν
15. ὧδέ πως. ὁκόσοισιν ἐπὶ πολὺ βῆχες ξηραὶ, βραχὺ ἐρεθίζουσιν
16. ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσι.
17. τὸ τοίνυν οὐ πάνυ τι διψώδεες ἶσον δύναται τῷ οὐ κατὰ
1. λόγον διψώδεες. ἐν γὰρ τοῖς καυσώδεσι πυρετοῖς ἄνευ ξηρᾶς
2. βηχὸς ἰσχυρῶς γίνονται διψώδεις. ἐὰν δὲ προσγένηται
3. ξηρὰ βὴξ, ἄδιψοι μὲν οὐ δύνανται γενέσθαι. θραύεται
4. δ’ αὐτῶν τὸ σφοδρὸν τοῦ δίψους, ὡς διψῇν μὲν ἔτι, μὴ
5. μέντοι κατὰ τὴν ἀναλογίαν τοῦ πυρετοῦ. τὸ δ’ ἐρεθιζούσας
6. βραχέα γίνεσθαι τὰς βῆχας οὐκ ἀργῶς πρόσκειται.
7. σφοδραὶ γὰρ γινόμεναι διαθερμαίνουσι τὰ κατὰ θώρακα
8. καὶ πνεύμονα μόρια. κᾀκ τούτου τόν τε πυρετὸν ἐπαύξουσι
9. καὶ τὴν βῆχα. μικραὶ δ’ εἴπερ εἶεν αἱ βῆχες ἐκ διαλειμμάτων
10. τε μακροτέρων γινόμεναι, μέχρι τοσούτου κινοῦσι
11. τὰ μόρια, μέχρι τοῦ παραγενέσθαι τινὰ εἰς αὐτὰ ὑγρότητα.
12. καὶ οὕτω συμβήσεται μήτε σπαράττειν αὐτὰς ἰσχυρῶς
13. μήτε ἐξάπτειν τὸν πυρετὸν, ὑγρότητά τε παρέχειν τοῖς μορίοις
14. πρὸς τὰ κινούμενα, κατὰ τὰς βῆχας ἀφικνουμένην
15. μετρίας, δι’ ἣν οἱ κάμνοντες ἀδιψότεροι γενήσονται. γινομένων
16. δὲ βηχῶν καὶ διά τινα κακοήθειαν τοῦ νοσήματος,
17. ἣν ἐφεξῆς ὁποία τίς ἐστιν ἐρῶ, ταύτης ἀφορίζων τὰς ἐν
18. τῷ νῦν λόγῳ βῆχας, οὐ τῷ θηριώδει φησὶν αὐτὰς, ἀλλὰ
1. τῷ πνίγεσθαι. τινὲς δ’ οὐχ ἁπλῶς τὸ κακόηθες ἅπαν
2. ἡγοῦνται λέγειν αὐτὸν θηριῶδες, ἀλλ’ ἔνιοι μὲν τὴν φθίσιν,
3. ἐπειδὴ γρυπουμένων τῶν ὀνύχων, θηρίοις κατά γε τοῦτο
4. ἐοικότες φαίνονται. τινὲς δὲ θηρίωμα καλεῖσθαί φασιν
5. ἰδίως τὸ ἐν τῷ πνεύμονι ἕλκος. ἔνιοι δ’ ὅταν ἐπὶ τὸ στόμα
6. τῆς γαστρὸς ἀνέλθωσιν ἕλμινθες, ἐρεθίζειν αὐτάς φασι
7. βῆχας, μήτε λόγῳ τοῦτο ἀποδεῖξαι δυνάμενοι, μήτε τῇ
8. πείρᾳ. τὸ κακόηθες οὖν ἄμεινον ἀκούειν θηριῶδες, ἐάν τε
9. ἀπὸ κεφαλῆς καταφερομένου ῥεύματος βήττωσιν, ἐάν τε ἐφ’
10. ἕλκει τῶν κατά τι τῶν ἀναπνευστικῶν, ἢ τοῖς κατὰ ταῦτα
11. γινομένοις ἀποστήμασιν, ἐάν τε ἐπὶ τοῖς καλουμένοις ἐμπυήμασιν.
12. ἕτεραι δὲ τούτων εἰσὶν αἱ κακόηθες οὐκ ἔχουσαι
13. διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων
14. ἢ τραχύτητα τῆς φάρυγγος ἣ τῆς τραχείας ἀρτηρίας ἀποτελούμενα,
15. ποτὲ μὲν ἐξ ἐδεσμάτων ἢ πομάτων τραχυνόντων,
16. ἐνίοτε δὲ κᾀκ τοῦ περιέχοντος ἀέρος. ἐν γοῦν ἀφορισμοῖς
17. αὐτὸς ἔγραψεν· Ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες,
18. κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων,
1. στηθέων. ὁ γὰρ εἰσπνεόμενος ἀὴρ, ὅταν ἱκανῶς ᾖ ψυχρὸς,
2. ἐνίοτε μὲν τὰ κατὰ τὴν φάρυγγά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν
3. μόρια τραχύνει τε καὶ καταψύχει, ποτὲ δὲ καὶ τῷ
4. πνεύμονι παντὶ καὶ τῷ θώρακι δυσκρασίαν ἐργάζεται· πολλάκις
5. δ’ ἀμφότερα τὰ εἰρημένα συμπίπτει καὶ βήσσουσι
6. μετρίως ἐπ’ αὐτοῖς βῆχας ξηράς. σημεῖον δὲ τῶν οὕτως
7. ἐχόντων ἐστὶ τὸ ἐρεθίζεσθαι κατὰ τὰς εἰσπνοὰς, ὅταν
8. ἀθρόως ἐμπίπτῃ διαλεγομένοις τε καὶ χάσκουσι καὶ διὰ
9. τοῦ στόματος εἰσπνέουσιν. ὅταν δὲ διά τε τῆς ῥινὸς εἰσπνέωσι
10. καὶ θερμὸν τὸν ἔξωθεν ἀέρα κατὰ τὸν οἶκον αὐτῶν
11. ἐργάσηταί τις ἢ παντάπασιν ἐλάχιστα βήσσουσιν ἢ
12. οὐδ’ ὅλως, διὸ καὶ πρὸ τῶν ῥινῶν ὀθόνιον ἔνιοι προστιθέντες
13. οὕτως εἰσπνέουσι, πεπειραμένοι παροξύνεσθαι τὰς
14. βῆχας, ὅταν ἀθρόως ᾖ ψυχρὸς ὁ ἔξωθεν ἀὴρ ὁμιλῶν τοῖς
15. προκατεψυγμένοις τε καὶ τετραχυσμένοις μορίοις. μάλιστα
16. δέ φησιν ἐν τοῖς κοπιώδεσι πυρετοῖς τοῦτο γίνεσθαι. τίνας
17. δὲ κοπιώδεις ὀνομάζει πυρετοὺς, ἄδηλον. ἆρά γε τοὺς διὰ
18. τὰς σφοδρὰς κινήσεις γινομένους, ἢ κᾂν αὐτόματοι συστῶσι
1. τὴν κοπιώδη φέροντας αἴσθησιν. τὰ μὲν δὴ τοιαῦτα σχεδὸν
2. οὐδὲ παραφυλάττει τὶς ἰατρὸς, οὔτε τῶν νῦν ὄντων
3. οὔτε τῶν ἔμπροσθεν γεγονότων, καίτοι παράδειγμα τὴν Ἱπποκράτους
4. ἔχοντες ἀκρίβειαν, ἣν ἐχρῆν μιμεῖσθαι, τοὺς ἀληθείας
5. ἀντιποιουμένους αὐτῆς δι’ ἑαυτὴν, οὐ διὰ δόξαν ἢ
6. χρηματισμόν. ἐγὼ δ’ οὖν ἐνόησα ἄμεινον εἶναι τῇ πείρᾳ
7. βασανίσαι τὸ λεγόμενον. τοῖς μὲν ἀπὸ τῶν ἔξωθεν
8. πόνων κοπιώδεσι πυρετοῖς εἶδον ἐπιγινόμενα τοιαῦτα βηχία,
9. τοῖς δ’ ἄλλοις οὐ πάντως τι, καὶ αὐτοῖς δὲ τοῖς διὰ
10. τοὺς ἔξωθεν πόνους οὐχ ἁπλῶς, ἀλλὰ τοῖς γε ἐν κρύει κάμνουσι
11. καὶ τοῖς ἐν θάλπει σφοδρῷ καὶ μάλιστα δι’ ὁδοῦ
12. κόνιν ἐχούσης, ὥστε καὶ κατὰ συμβεβηκός τι μᾶλλον, οὐ
13. διὰ τὴν κοπιώδη διάθεσιν ἐφαίνοντό μοι βήττειν. τῷ γὰρ
14. τραχυνθῆναι τὰ περὶ τὴν φάρυγγα χωρία, διὰ κρύος ὡς
15. ἔφην, ἢ κόνιν ἢ τὴν ἐκ τοῦ περιέχοντος αὐτοῖς ἐγγενομένην
16. ἄμετρον ξηρότητα καὶ πρὸς τούτοις ἔτι διὰ τὴν δυσκρασίαν
17. τῶν αὐτῶν ὀργάνων οὗτοι βήττουσιν. ἐμάθετε γὰρ ὅτι καὶ
18. διὰ δυσκρασίαν γίνονται βῆχες.

Cliquer un n° de page pour en afficher l’image