Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 2.28, ed. Kühn, 1828, vol. 17b, p. 951-953. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:2.28


2. Μηδὲν ὑπερορᾷν, μηδὲν εἰκῇ.

4. Τοῦτο μὲν καὶ αὐτὸ καθ’ ἑαυτὸ λεγόμενόν τε καὶ γραφόμενον
5. οὐδὲν δεῖται πρὸς πίστιν ἢ νόησιν ἑτέρων, ἤτοι
6. προειρημένων ἢ ἐπιφερομένων. ἐνταυθοῖ μέντοι καὶ πάντως
7. προσηκόντως ἐπὶ τῷ προκειμένῳ τέτακται. τὰ γὰρ
8. τοιαῦτα θεωρήματα σμικρὰ καὶ λεπτὰ καὶ οὐδενὸς ἄξια
9. φαίνεται τοῖς πολλοῖς καὶ διὰ τοῦτο ὑπερορῶσιν αὐτῶν,
10. ὥστε μὴ τῷ λόγῳ σκέπεσθαι, μήτε τῇ πείρᾳ περὶ φύσεως
11. τοιούτων πραγμάτων. ὥσπερ δὲ τοῦ μηδὲν δεῖν
12. ὑπερορᾷν παράδειγμά ἐστιν ὁ προειρημένος λόγος, οὕτω
13. καὶ τοῦ μηδὲν προπετῶς, μηδὲ ἀπερισκέπτως συγκατατίθεσθαι,
14. καθάπερ αὐτὸς ἐγὼ κατ’ αὐτὴν τὴν πρὸ ταύτης ῥῆσιν
15. ἔπραξα κἀν ταῖς ἄλλαις ἁπάσαις. οὐ γὰρ Ἱπποκράτους
16. μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις παλαιοῖς, οὐχ ἁπλῶς οἷς
17. ἂν εἴποι τίς αὐτῶν πιστεύω. βασανίζω δὲ καὶ αὐτὸς τῇ
18. τε πείρᾳ καὶ τῷ λόγῳ, πότερον ἀληθές ἐστιν ἢ ψεῦδος ὃ
1. γεγράφασιν. ὅσοι δ’ ἂν πρὸς ἑνὸς ἑαυτοὺς ἤτοι δούλους
2. ἢ ἐξελευθέρους ἀπεφῄναντο, εὐθέως ἅμα τὸ γεγραμμένον
3. εὑρεῖν τε παρ’ αὐτῷ, πιστεύουσιν ἀπερισκέπτως τε καὶ
4. εἰκῇ. καθάπερ καὶ ἐπὶ τοῦ μάλιστα καὶ τοῖς κοπιώδεσι
5. ξηρὰς γίνεσθαι βῆχας οὔτε ὁποίοις κοπιώδεσιν εἶπεν ἐζήτησαν.
6. ἆρά γε τοῖς ἀπὸ καμάτων τε καὶ τῆς ἔξωθεν ταλαιπωρίας
7. ἢ καὶ τοῖς χωρὶς τούτων ἴσχουσι τὴν αὐτὴν
8. διάθεσιν, οὔτε πότερον ἁπλῶς ἢ καὶ κατὰ συμβεβηκὸς ὁ
9. κόπος αὐτοῖς ἐγένετο. ὅπερ δὲ ἐπὶ τούτων, τοῦτο κᾀπὶ
10. μυρίων ἄλλων ἴστε συμβαῖνον, αὐτοῖς τε τοῖς τὰ συγγράμματα
11. γράψασι καὶ τοῖς ἐξηγησαμένοις αὐτὰ καὶ πολὺ μᾶλλον
12. ἔτι τούτου τοῖς ὁσημέραι περιτρέχουσιν ἐν ταῖς πόλεσιν
13. ἰατροῖς, ἀλόγῳ τριβῇ μόνῃ χρωμένοις. καὶ γὰρ ὑπερορῶσι
14. πολλῶν ὡς μικρῶν, οὐκ εἰδότες ὅτι πολλῶν ἐνίοτε
15. σμικρῶν συνερχομένων ἓν ἐξ αὐτῶν κεφάλαιον ἀξιόλογον
16. ἀθροίζεται, προπετῶς τε συγκατατίθενται τοῖς γεγραμμένοις
17. ὑπό τινος ἀνδρὸς, οὗπερ ἂν αὐτὸς ἑαυτὸν ἕκαστος
18. ἀποφῄνῃ δοῦλον. εἰ δὲ μὴ τοῦτό τις ποιήσειεν, ἀλλὰ κατ’
1. ἕτερόν γε τρόπον ἐνίοτε τῷ φανέντι πιθανῷ κατὰ τὴν πρώτην
2. ἐπιβολὴν τῆς φαντασίας συγκατατιθέμενος, ἄνευ τοῦ
3. χρόνῳ πολλῷ σκέψασθαι, καθ’ ἑαυτόν τε καὶ μετ’ ἄλλων
4. ἀπεφῄνατο προπετῶς ὑπὲρ τοῦ σπανίως ὀφθέντος, ὡς πολλάκις
5. ἢ διηνεκῶς φαινομένου· καὶ τάς γε ἐν ταῖς αἱρέσεσι
6. διαφωνίας ἐντεῦθεν εἰκὸς μάλιστα γεγονέναι, δοξοσόφων τε
7. καὶ φιλαύτων ἀνθρώπων τὰ πιθανὰ, χωρὶς τοῦ μετὰ πολλῶν
8. πολλάκις ἀνασκέψασθαι, πιστευσάντων ὑπάρχειν ἀληθῆ.
9. καθάπερ δὲ νῦν ἐπὶ σημειωτικοῦ θεωρήματος ὡς ἐπὶ παραδείγματος
10. ἐποιήσαμεν τὸν λόγον, οὕτω κᾀπὶ τῶν θεραπευτικῶν,
11. οὐχ ὑπερορᾷν τινὸς χρὴ τῶν δοκούντων εἶναι
12. μικρῶν, οὔτ’ εἰκῇ καὶ ἀβασανίστως πιστεύειν ταῖς εἰρημέναις
13. αὐτῶν δυνάμεσιν, ὡς ἐν τῇ θεραπευτικῇ πραγματείᾳ
14. μεμαθήκαμεν.

Cliquer un n° de page pour en afficher l’image