17. Ἐκ προσαγωγῆς τἀναντία προσάγειν καὶ διαναπαύειν.
1. Θεραπευτικὴν συμβουλὴν καλεῖν ἔξεστί σοι καὶ ὑγιεινὴν
2. αὐτὴν ἐπιδεικνύναι, τό τε μηδὲν ὑπερορᾷν καὶ τὸ μηδὲν
3. εἰκῇ, καθάπερ ἐπὶ παραδείγματός τινος τούτου τοῦ λόγου.
4. τῶν γοῦν ἐθῶν, ὡς μικροῦ παραδείγματος ὑπερορῶσιν ἔνιοι
5. τῶν ἰατρῶν, μηδεμίαν ἀπ’ αὐτῶν ἔνδειξιν εἰς διαφορὰν θεραπείας
6. ἡγούμενοι γίνεσθαι, τινὲς δ’ οὐχ ὑπερορῶσι μὲν,
7. ἀπὸ δὲ μοχθηρῶν ἐθῶν ἐνίους ἐπὶ τὰ ἐναντία μετάγειν ἐπιχειροῦντες
8. ἀθρόως, οὐ σμικρὰ σφάλλονται. χρὴ δὲ οὔτε
9. ὑπερορᾷν αὐτῶν οὔτ’ ἀθρόως μετάγειν, ἀλλὰ καὶ κατὰ βραχὺ
10. καὶ μετὰ τοῦ διαναπαύειν αὐτούς. διττῶς δὲ ἐστι
11. τοῦ διαναπαύειν ῥήματος ἀκοῦσαι. καθ’ ἕνα μὲν τρόπον,
12. ἵνα μὴ μόνον τοὐναντίον ἔθος κατὰ βραχὺ μετάγωμέν τινας,
13. ἀλλὰ καὶ μεταξὺ διαναπαύωμεν ὅλην τὴν μεταβολὴν,
14. οἷον ὅταν ἐξ ἀργίας ἄγωμεν εἰς τά γυμνάσια, πρῶτον μὲν
15. ἀπὸ τῶν βραχυτάτων ἀρξόμεθα καὶ κατὰ βραχὺ ταῦτα
16. παραυξήσομεν, εἶτα παραβαλοῦμέν ποτε μίαν ἢ καὶ δύο
17. ἡμέρας ἀργάς. καθ’ ἕτερον δὲ τρόπον ἐστὶν ἀκοῦσαι τοῦ
1. διαναπαύειν, ὡς ἀντιδιῃρημένου τῷ προσάγειν. ἵν’ ἐφ’ ὧν
2. μὲν οὐκ ὃν ἔμπροσθεν ἔθος ἐμποιῆσαι βουλόμεθα, προσάγωμεν
3. αὐτὸ κατ’ ὀλίγον, ἐφ’ ὧν δὲ τὸ πρότερον ὑπάρχον
4. καταλῦσαι, κατὰ βραχὺ πάλιν ἐπὶ τούτων ἀναπαύωμεν.