8. Λεπτῦναι, παχῦναι, τεῦχος, δέρμα, σάρκας καὶ
9. τἄλλα, καὶ τὰ μὲν, τὰ δὲ μή.
11. Τεῦχος μὲν ἀκουστέον ἐστὶν ὅλον τὸ σῶμα· καὶ γὰρ
12. λεπτῦναι πεπαχυσμένον ἀμέτρως αὐτὸ καὶ παχῦναι λελεπτυσμένον
13. οὐκ ὀλιγάκις ἡμῖν πρόκειται. πολλάκις δ’ οὐχ
14. ὅλον, ἀλλ’ ἤτοι σάρκας τινὰς ἢ τὸ δέρμα μόνον, ἐνίοτε δὲ
15. τοὺς χυμοὺς, οὓς ἐδήλωσε προσθεὶς καὶ τὰ ἄλλα. τὸ δὲ καὶ
1. τὰ μὲν, τὰ δὲ μὴ, κατὰ τὸν αὐτὸν εἴρηται λόγον, ὡς ἐπὶ
2. τῆς πρὸ ταύτης ῥήσεως ἐξηγησάμην.