7. Τῷ ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθὴ φλὲψ
8. τμηθεῖσα ὠφέλησεν.
10. Οἱ παλαιότεροι τῶν ἐξηγητῶν ὠφέλησεν ἐπὶ παρεληλυθότος
11. χρόνου γεγραμμένον ἐπίστανται. καί φασί γε τὸ
12. μὲν ὠφελεῖ κατὰ τοὺς ἀφορισμοὺς γεγράφθαι, καθολικὴν
13. ἀπόφασιν ἐν τούτοις ποιησαμένου τοῦ παλαιοῦ. τὸ δ’
14. ὠφέλησεν ἐνταῦθα πρὸς ὑπόμνησιν αὐτῷ γεγραφότος ἐπί
15. τινος ἑνὸς, ἵνα ὅταν ἐπὶ πολλῶν πειραθῇ τοῦ βοηθήματος,
16. ἀποφῄνασθαι τολμῄσῃ καθόλου περὶ αὐτοῦ. δῆλον δ’ ὅτι
1. καὶ τοπικόν ἐστι τὸ βοήθημα τοῦτο καὶ ἀντισπαστικὸν ἐπὶ
2. τἀναντία. τὴν δὲ ὀρθὴν ἐν μετώπῳ φλέβα καὶ πρὸ τῆς
3. ἀνατομῆς ἐναργῶς ἐστὶν ἰδεῖν, ἡ δὲ ἀνατομὴ συῤῥεῖν ταῖς
4. ἑκατέρωθεν αὐτὴν ἐπιδείκνυσιν. οὐκ ὀρθῶς οὖν ἔνιοι περὶ
5. τῆς τομῆς ᾠήθησαν λελέχθαι τὸ ὀρθίη. οὐ γὰρ διὰ τὸ
6. σχῆμα τῆς τομῆς ἡ ὠφέλεια γίνεται τοῖς ὀδυνωμένοις, ἀλλὰ
7. διὰ τὴν κένωσιν τοῦ αἵματος.