10. Αἱ διαδέξιες τῶν ὑποχονδρίων, ἐξ οἵων εἰς οἷα καὶ ἄλλαι
11. καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν οἷα δύναται, εἴτ’ ἐξ
12. ἥπατος σπλὴν καὶ τἀναντία καὶ ὅσα τοιαῦτα.
14. Οὐ μόνον ἐξ οἵων καὶ ἄλλαι γεγραμμένον εὑρίσκομεν,
15. ἀλλὰ καὶ ἐξ οἵων οἷα ἀλλοιοῦσι καὶ ἐξ οἵων οἷα ποιοῦσι·
16. καὶ τὴν μὲν πρώτην γραφὴν οἵ τε παλαιοὶ τῶν ἐξηγητῶν
17. ἴσασι καὶ Ῥοῦφος. τὴν δ’ ἐξ οἵων οἷα ἀλλοιοῦσιν, οἱ περὶ
18. Σαβῖνον καὶ Διοσκορίδην. τὸ δ’ ἐξ οἵων οἷα ποιοῦσιν οἱ
1. περὶ τὸν Λύκον. ἔστι δὲ τῆς παλαιᾶς γραφῆς ἡ διάνοια
2. καθολικόν τι διδάσκουσα, τῶν δ’ ἄλλων, ἐν μέρει. περὶ
3. γὰρ τῶν καθ’ ὑποχόνδριον διαδοχῶν ἀποφαίνονται μόνον,
4. οὐ περὶ πασῶν. ἄμεινον δὲ ἐν οἷς ἐγχωρεῖ καὶ
5. ἀληθές ἐστι, τὸ καθόλου μᾶλλον ἡγεῖσθαι διδάσκειν αὐτὸν
6. οὐ τὸ κατὰ μέρος. ὁ μὲν οὖν καθόλου λόγος ἐστὶ τοιοῦτος.
7. τὰς δὲ διαδοχὰς ἐπισκέπτεσθαι προσήκει, τάς τε
8. καθ’ ὑποχόνδριον καὶ τὰς ἄλλας ἁπάσας, ἐξ οἵων γίνονται
9. παθῶν ἢ μερῶν εἰς οἷα μέρη τε καὶ πάθη, καθάπερ ἐφ’
10. ἥπατός τε καὶ σπληνός. αὐτὸς γὰρ ἐμνημόνευσε τούτων
11. ἕνεκα παραδείγματος, εἰδότων ἡμῶν ἐπικινδύνους μὲν εἶναι
12. τὰς εἰς ἧπαρ ἐκ σπληνὸς, ἀκινδύνους δὲ καὶ πρὸς ἀγαθοῦ
13. μᾶλλον, ὅσαι διαδοχαὶ νοσημάτων ἀφ’ ἥπατος εἰς σπλῆνα
14. γίνονται. πάντα δὲ τὰ περὶ τῶν ἀποστάσεων ἅς τε ἡ φύσις
15. εἴωθε μόνη ποιεῖσθαι καθ’ ἑαυτὴν, ἅς θ’ ἡμεῖς ἢ μετ’
16. ἐκείνης ἢ μόνοι, κατά τε τὸ περὶ χυμῶν καὶ τὸ δεύτερον
17. τῶν ἐπιδημιῶν προεξήγημαι. καὶ ἄλλαι δέ τινές εἰσι γραφαὶ
18. παρ’ ἃς ἔγραψα, κατά τε τήνδε καὶ πολλὰς ἄλλας ῥήσεις.
1. ἀλλ’ ἐγὼ κατ’ ἀρχὰς εὐθέως ὀλίγων ἔφην μνημονεύειν
2. ἐξηγήσεών τε καὶ γραφῶν, ὅπως μὴ πολλὰ γίνωνται τὰ τοῦ
3. προκειμένου γράμματος ὑπομνήματα.