6. Ἀντισπᾷν, ἢν μὴ ᾗ δεῖ ῥέπῃ, ἢν δὲ ὅπῃ δεῖ, τουτέοισι δεῖ
7. στομοῦν, οἵως ἕκαστα ῥέπῃ.
9. Ἔμαθες ἤδη καὶ περὶ τούτων, ὡς ἀκτέα μέν ἐστιν ᾗ
10. ῥέπει τῶν συμφερόντων χωρίων, ἀποτρεπτέα δὲ καὶ ἀντισπαστέα
11. τὰ μὴ καλῶς ῥέποντα. τὸ δὲ στομοῦν εἴρηκε νῦν
12. οὐχ ὡς ἐπὶ τῶν ἀποσκημμάτων εἰώθαμεν λέγειν, ἀντὶ τοῦ
13. διελθεῖν σμίλῃ, γενικώτερον δὲ τούτου, καθὸ καὶ τὸ ἀναστομοῦν
14. περιέχεται καὶ φλέβας ἡμῶν ἀναστομούντων ἐν
15. αἱμοῤῥοΐσι καὶ τὰς διὰ ῥινῶν ἢ μήτρας κενώσεις. καί τινας
16. σύριγγας ἐκ χρόνου μὲν ἱκανοῦ συνήθεις, ἐστεγνωμένας δὲ
17. κατά τινα καιρόν. καὶ δι’ ὤτων δέ τινος ἐκκαθαιρομένου
1. συνήθως τὰ κατὰ τὸν ἐγκέφαλον, ἐπισχεθείσης ἀθρόως τῆς
2. κενώσεως ἰλίγγου καὶ σκοτώσεων ἐπιγενομένων, ἐρεθίσαντες
3. ἐπ’ ὦτα διὰ τῶν ἀναστομωτικῶν φαρμάκων, εἴδομεν εὐθέως
4. ὠφεληθέντα τὸν ἄνθρωπον.