7. Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνησμώδεα, οἷα Σίμων
8. εἶχε χειμῶνος, ὃς ὅτε πρὸς πῦρ ἀλείψαιτο ἢ θερμῷ λούσαιτο,
9. ὠνίνατο, ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τις ἐξεπυρία,
10. ὀνίνασθαι ἄν.
12. Ὡς ἐπὶ φυμάτων εἴπομεν ὅσα ὑπὸ θερμοῦ γίνονται
13. χυμοῦ, ταχὺ κρίσιμά τε εἶναι καὶ ἥκιστα πλατέα, τὰ δὲ
14. ὑπὸ ψυχροῦ πλατέα καὶ χρόνια. κατὰ τὸν αὐτὸν λόγον
15. ἐπίστασθαι χρὴ καὶ περὶ τῶν ἐξανθημάτων. οὐ γὰρ ὅλῳ
16. τῷ γένει διαφέρει τῶν φυμάτων, ἀλλὰ τῇ ποιότητι τοῦ γεννῶντος
17. αὐτὰ χυμοῦ. γεννῶνται δὲ καθαιρούσης τὸ βάθος
1. τοῦ σώματος τῆς φύσεως, ὥσπερ ἐνίοτε δι’ ἐκκρίσεως, οὕτω
2. καὶ δι’ ἀποθέσεως ἐπὶ τὸ δέρμα. τοὺς μὲν γὰρ λεπτοτέρους
3. τε καὶ ὑδατωδεστέρους χυμοὺς διαφορεῖ λεπτύνουσα.
4. τῶν δὲ παχυτέρων ἐμπλαττομένων τῷ δέρματι
5. καὶ μᾶλλον κατὰ τὴν ἐπιδερμίδα πυκνὴν οὖσαν, ἐξανθήματα
6. γίνονται. καὶ τοῦτο συμβαίνει μᾶλλον ἐκείνοις, ὅσοις πυκνότερόν
7. τε καὶ σκληρότερόν ἐστι τὸ δέρμα. δυσχερὴς γὰρ
8. ἡ δι’ αὐτοῦ γίνεται τῶν παχυτέρων τε καὶ γλισχροτέρων
9. χυμῶν διέξοδος. οὕτως οὖν καὶ τῷ Σίμωνι τοῦ χειμῶνος
10. ἐξανθήματα πλατέα γίνεσθαι, καθ’ ὃν ἂν χρόνον ἀξιολόγως
11. θερμανθῇ τὸ σῶμα, λουτροῖς χρησαμένῳ ἢ ἀλειψαμένῳ
12. παρὰ πυρί. τῷ δ’ ἄλλῳ χρόνῳ κατὰ τὸ βάθος ἔμειναν οἱ
13. τῶν τοιούτων ἐξανθημάτων αἴτιοι χυμοί. εἶτα φησὶ μηδὲν
14. αὐτὸν ὑπὸ τῶν ἐμέτων ὀνίνασθαι. πότερον δ’ αὐτὸς ὁ Ἱπποκράτης
15. ἦν ὁ συμβουλεύσας χρῆσθαι τοῖς ἐμέτοις ἢ ἄλλος
16. τις, οὐκ ἐδήλωσεν, οὐ μὴν οὐδ’ ἀναγκαῖον ἡμῖν ἐπίστασθαι.
17. μόνον γὰρ ἀρκεῖ τὸ γνῶναι τοὺς πρὸς τὸ δέρμα ῥέψαντας
18. χυμοὺς δι’ ἐκείνου χρῆναι κενοῦν. ἐπειδὴ πόῤῥω πάλιν
1. αὐτοῖς ἐστιν ἡ εἰς τὸ βάθος ἀντίσπασις, ὡς διὰ γαστρὸς ἢ
2. ἐμέτων ἐκκενοῦσθαι. ἴσως οὖν οἰήσῃ με λέγειν μηδέποτε
3. καθάρσει χρῆσθαι τῇ διὰ γαστρὸς ἐπὶ τῶν τοιούτων· ἐγὼ
4. δ’ οὔ φημι τοῦτο, μεμάθηκας γὰρ ἐν τοῖς θεραπευτικοῖς
5. ὠφελίμους εἶναι τὰς καθάρσεις ἐφ’ ὧν ἡ περιουσία τῶν
6. χυμῶν ἐστὶ παμπόλλη. πρὶν γὰρ οὕτω κενῶσαι, τὸ πλεονάζον
7. αὐτῆς ἢ διὰ φλεβοτομίας ἢ διὰ καθάρσεως, ἐάν τις
8. ἐκπυριῶν μόνον, ὅπερ ἐστὶ τοῖς θερμαίνουσι χρώμενος, ἐπιχειρῇ
9. διαφορεῖν, ἐπισπάσεται μᾶλλον ἢ κενώσει διὰ τοῦ
10. δέρματος· ἀλλ’ ἥ γε τῶν ἐμπεπλασμένων τῷ δέρματι πάντως
11. θεραπεία ἐστὶ διὰ τῶν ἐκπυριώντων τε καὶ θερμαινόντων
12. φαρμάκων, καὶ μάλισθ’ ὅταν ᾖ πλατέα. δηλοῦται γὰρ
13. ὁ γεννῶν αὐτὰ χυμὸς οὐ θερμὸς οὐδὲ λεπτὸς ὑπάρχων,
14. ἀλλ’ ἱκανὸς παχὺς ἢ ψυχρός. ἐμάθετε δ’ ἤδη καὶ περὶ
15. τῶν φυμάτων ἔμπροσθεν ὡς τὰ μὲν ἀποκορυφοῦντα εἰς
16. ὀξὺ καὶ οἷον ὀργῶντα θερμῶν χυμῶν ἐστιν ἔγγονα, τὰ δὲ
17. ἐναντία ψυχροτέρων. τὸ δ’ ὀργᾷν αὐτὰ διά τε τῶν κνησμωδῶν
18. καὶ τῆς ὀδύνης ἔνεστι διαγινώσκειν. τὰ μὲν γὰρ
1. μετρίως θερμὰ κνησμοὺς μόνον ἐργάζεται, τὰ δ’ ἐπὶ πλέον
2. ἥκοντα τοῦ θερμαίνειν εὐθέως δάκνει καὶ ἀνιᾷ.