5. Ὁκόσα πεπαίνεσθαι δεῖ, ἐγκατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ
6. ξηραίνειν καὶ ἀνεῷχθαι.
8. Καὶ περὶ τούτου πολλάκις ἀκηκόατε καὶ μάλιστα ἐν
9. τοῖς περὶ τῶν ἐκπυϊσκόντων φαρμάκων, ὡς οὐ χρὴ διαφορητικὴν
10. αὐτῶν εἶναι τὴν δύναμιν, ἀλλὰ τὴν ὀνομαζομένην
11. ἐμπλαστικήν. ταῦτα γὰρ ἀποστέγει καὶ συνέχει καὶ ἀποκλείει
12. τὸ ἔμφυτον θερμὸν, οὐκ ἐῶντα διαπνεῖσθαι. πέττεται
13. δὲ ὑπὸ τούτου τὰ περιττώματα. πάλιν δὲ κᾀνταῦθα μὴ
14. παρακούσητε μηδ’ οἰηθῆτε πάντα με λέγειν τὰ δύσπεπτα
15. καὶ ἴσχοντα πῦον μηδ’ ὅλως οὕτω θεραπεύεσθαι. σήπεται
16. γὰρ ἐνία τῶν τοιούτων ὑπὸ ἐμπλαστικῶν φαρμάκων ἢ διὰ
17. μοχθηρίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν ἢ δι’ ἀσθένειαν
1. τοῦ πάσχοντος μορίου, τὴν ἔμφυτον θερμασίαν οὕτως ἔχοντος
2. ὀλίγην τε καὶ ἄῤῥωστον, ὡς μηδ’ ἐπιχειρεῖν τῇ πέψει
3. τῶν κατασκηψάντων ἐπ’ αὐτὸ χυμῶν. ἐπὶ τούτων
4. οὖν ἀμυχαῖς τε βαθυτάταις ἀνοίγομεν τὸ δέρμα καὶ πολλάκις
5. γε καὶ διατέμνομεν ἄχρι βάθους, κατὰ πολλὰ μέρη τοῦ
6. πεπονθότος μορίου, φαρμάκοις τε χρώμεθα ξηραντικωτάτοις.
7. ἐφεδρεύει γὰρ ταῖς τοιαύταις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα,
8. νενικημένης κατ’ αὐτὰς ἤδη καὶ πλησίον ἡκούσης
9. τοῦ τελέως ἀποσβεσθῆναι τῆς ἐμφύτου θερμασίας. ἐφ’ ὧν
10. οὖν φλεγμονῶν ἢ ὅλως ὄγκων ὡντινῶν οὐκ ἐν κινδύνῳ
11. σβέσεώς ἐστι καὶ τελείας ἀπωλείας ἡ ἔμφυτος θερμασία,
12. καὶ διὰ τοῦτο δύναται βοηθείας τυχοῦσα κρατῆσαι τῶν χυμῶν,
13. ἐπὶ τούτων χρώμεθα τοῖς ἐμπλαστικοῖς φαρμάκοις,
14. ἅπερ ἐν αὐτῷ τούτῳ σαφῶς ἐδήλωσεν εἰπών· ὅσα πεπαίνεσθαι
15. δεῖ, τὰ δ’ ἐγγὺς ὄντα τοῦ γαγγραινοῦσθαι καὶ τὰ
16. ἤδη σηπόμενα, τὴν ἀρχὴν οὐδὲ δεῖται πεπαίνεσθαι.
17. διὸ τὰ μὲν, ὡς ἔφην, κενώσεσί τε διὰ μυχῶν καὶ
1. τομῶν καὶ φαρμάκοις ἰσχυροτάτοις θεραπεύομεν. τὰ δ’
2. ἤδη σηπόμενα τέμνομέν τε καὶ καίομεν. καλῶς οὖν προσέθηκε,
3. τὰ ἐναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι, τουτέστι τὰ
4. μὴ δεόμενα διαπυΐσκεσθαι. χρεία γάρ ἐστιν ἐπὶ τῶν διαπυησάντων,
5. ἀνεῷχθαί τε τὰς ἐκροὰς ἁπάσας καὶ ξηραίνεσθαι
6. τὰ πεπονθότα μόρια. δῆλον οὖν ἐκ τούτων οὐκ ὀρθῶς
7. ὑπ’ ἐνίων γεγράφθαι, ὅσα ξηραίνεσθαι, κατακεῖσθαι
8. δεῖ, τουτέστιν ἡσύχαζεν κατακείμενα. πρὸς γὰρ τῷ σμικρὸν
9. εἶναι τοῦτο καὶ πρόδηλον ὡς μὴ δεῖσθαι πεφροντισμένως
10. ὑπὲρ αὐτοῦ τὸν Ἱπποκράτην γράψαι καὶ ἡ ἀντίθεσις ἐδήλωσε
11. μὴ πρὸς τὴν κατάκλεισιν, ἀλλὰ πρὸς τὸ κατακεκλεῖσθαι
12. γεγονυῖαν. τοῖς γὰρ κατακεκλεισμένοις καὶ ἀποστεγομένοις
13. ἐναντία τὰ διαφορούμενά τ’ ἐστὶ καὶ τὰ ξηραινόμενα.
14. ταύτῃ τῇ ῥήσει τινὲς συνάπτουσι τὴν ἐφεξῆς, καὶ
15. μάλισθ’ ὅσοι βούλονται γεγράφθαι μετὰ ταύτην, τὸ οἷον
16. ὥσθ’ ὅλον τὸν λόγον εἶναι τοιοῦτον· ὅσα πεπαίνεσθαι δεῖ,
17. ἐγκατακεκλεῖσθαι δεῖ. τἀναντία καὶ ξηραίνειν καὶ ἀνεῷχθαι.