12. Καὶ ὅπῃ ἔρευξις λυσιτελέει καὶ ὅσα ἄλλα τοιαῦτα.
14. Ἔν τι τῶν κατ’ εἶδος ἀντισπαστικῶν βοηθημάτων,
15. τοῦτ’ ἔστι συμβουλεύοντος ἡμῖν αὐτοῦ τὰ χρόνια τῶν
16. ὀφθαλμῶν ῥεύματα μετάγειν, ἀντισπῶντας ἐπὶ φάρυγγα, διὰ
17. φαρμάκων δηλονότι δριμέων, οἷς διαχρίειν τε δεήσει τὸν
18. οὐρανίσκον, ἀνακογχυλίζεσθαί τε κελεύειν, ἐάν γε μηδὲν ἐκ
1. τούτου μέλλωμεν ἐργάσασθαι χεῖρον. ἐφ’ ὧν γὰρ εὐλαβούμεθα
2. μή πως εἰς τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα
3. τραπῇ τὸ ῥεῦμα, φυλαξόμεθα τὴν τοιαύτην ἀντίσπασιν.
4. ὥσπερ οὖν ἐπὶ τούτου συνεβούλευσεν, οὕτω κᾀπὶ τῶν ἄλλων
5. ἀξιοῖ σε προορᾶσθαι, μή τι τῶν μορίων, εἰς ἃ τὴν ἀντίσπασιν
6. ἐργάζῃ, κινδυνεύσῃ μεγάλως βλαβῆναι. τινὲς δ’
7. ἐπὶ τῶν καλουμένην ῥοιάδα κατ’ ὀφθαλμὸν ἐχόντων τὸν
8. λόγον τοῦτον αὐτῷ γεγονέναι φασὶν, ὥσπερ καὶ ὁ Λύκος,
9. ὃς ἀποτείνας μακρὸν λόγον, ἐκ τῶν ὀφθαλμῶν εἰς ὑπερώαν
10. φησὶ διήκειν πόρον, ἐκκενοῦντα ταύτῃ τὸ κατ’ αὐτοὺς
11. γεννώμενον περίττωμα. κεῖσθαι δὲ τὸν πόρον τοῦτον παρὰ
12. τὸν μέσον κανθὸν καὶ γίνεσθαι ῥοιάδα κατὰ τρόπους τρεῖς,
13. ἤτοι τοῦ πόρου μύρου μύσαντός πως ἢ φραχθέντος ἢ τοῦ
14. περιττώματος πολλοῦ συλλεγομένου κατὰ τὸν ὀφθαλμὸν, ὡς
15. ὑπερχεῖσθαί τι, μὴ δεχομένου πᾶν αὐτὸ τοῦ πόρου διὰ φυσικὴν
16. στενότητα. καὶ κατὰ τρόπον ἄλλον, ὅταν οὐλὴ κατὰ
17. τὸν κανθὸν γενομένη τυφλώσῃ τὸν πόρον, ἢ καὶ μετὰ τὰς
18. ἐκτομὰς τῶν ἀκανθίδων γίνεσθαί φησι καὶ ἄλλως, ἑλκωθέντος
1. τοῦ τόπου. ταύτην μὲν οὖν ἀνίατον εἶναι, τὰς δ’ ἄλλας
2. ἰασίμας, ἀντισπώντων ἡμῶν εἰς φάρυγγα. τὸ δὲ καὶ
3. ὅπῃ ἔρευξις λυσιτελέει, προσκείμενον συμβολικῶς ἑαυτῷ
4. γράψαντος τοῦ Ἱπποκράτους. ὅτι μὲν γὰρ ἔνθα λυσιτελής
5. ἐστιν ἔρευξις, ἐνταῦθα χρὴ κινεῖν ἐρυγὰς εὔδηλον. ἐπὶ
6. τίνων δ’ ἐστὶ λυσιτελὴς οὐκ εἶπε, ἀλλ’ οὐδὲ κατὰ τοὺς
7. ῥοιώδεις ὀφθαλμοὺς ὅμοιόν ἐστι τούτῳ, διὸ καὶ παρεγκείμενον
8. ἀτάκτως ἀσάφειαν εἰργάσατο. περὶ μὲν γὰρ τῶν
9. ῥοιωδῶν ὀφθαλμῶν ἀντισπαστικὸν ἔγραψε βοήθημα. τὸ δ’
10. ὅπῃ ἔρευξις λυσιτελέει, δυοῖν θάτερον, ἤτοι γ’ ἐπὶ τῶν ῥοιωδῶν
11. εἰρῆσθαι χρὴ καὶ φαίνεται μηδὲν ἐρυγὴ συντελοῦσα
12. πρὸς τὴν ἴασιν αὐτῶν ἤ τινος ἀρχὴν ἑτέρου λόγου. διὸ
13. καί τινες ἠναγκάσθησαν χωρίσαντες τῶν προειρημένων αὐτὸ
14. ἑτέραν ῥῆσιν ποιήσασθαι τοιάνδε. καὶ ὅκου ἔρευξις λυσιτελεῖ
15. καὶ ὅσα ἄλλα τοιαῦτα τὰς ἐφόδους ἀνεστομῶσθαι. ἀλλ’
16. οὐδὲ τοῦτο πάλιν οἰκείως ἐπιφέρεσθαι δόξει, οἷον ῥῖνες καὶ
17. τὰ ἄλλα ὧν δεῖ καὶ τὰ ἐφεξῆς. ὅσοι τοίνυν αὐτὸ καθ’ ἑαυτὸ
1. μόνον ὑποτετυπῶσθαί φασιν ἑαυτῷ τὸν Ἱπποκράτην. τὸ
2. ὅκου ἔρευξις λυσιτελεῖ, νομίζουσιν αὐτὸν ἀξιοῦν ἐρυγὰς ἐνίοτε
3. συμβουλεύειν κινεῖν. καὶ ἁρμόττειν γε αὐτάς φασιν ἐπὶ τῶν
4. ἐμπνευματουμένων τὴν γαστέρα καὶ μάλιστα ἐφ’ ὧν οὐ διέρχεται
5. κάτω τὸ φυσῶδες πνεῦμα. καὶ μέντοι καὶ τὸν στόμαχον
6. ἀτονοῦντά φασι ῥώννυσθαι διὰ τῶν ἐρυγμῶν, ὡς δι’
7. οἰκείου γυμνασίου, καὶ κινεῖν γε τὰς ἐρυγὰς συμβουλεύουσιν
8. οὐ μόνον διὰ φαρμάκων, ἀλλὰ καὶ αὐτὸν ἐπιτηδεύοντα συνεχῶς
9. ἐρυγγάνειν, κᾂν ὀλίγου τινὸς αἰσθάνηται πνεύματος
10. ἐν τῷ στομάχῳ. Σαβῖνος δὲ ἐκ βομβυλίου στενοστόμου πίνοντα
11. κελεύει κινεῖν ἐρυγάς. ἔνιοι δὲ καὶ τὰς κενώσεις
12. τοῦ φυσώδους πνεύματος, ὁπόθεν ἂν γίνωνται καὶ
13. ὁπωσοῦν, ἔρευξιν αὐτὸν ὠνομακέναι φασί. καθ’ οὓς καὶ
14. βὴξ καὶ πταρμὸς καὶ λὺγξ καὶ φῦσα δι’ ἕδρας ἐκκρινομένη
15. καὶ αἱ καθ’ ὅλον τοῦ σώματος διαπνοαὶ τοῦ πνεύματος,
16. ἐρεύξεις κληθήσονται. τινὲς δὲ καὶ πᾶσαν ἔκκρισιν ὠνομάσθαι
17. φασὶν ἔρευξιν, οὐ μόνον ἐὰν πνεύματος, ἀλλὰ κᾂν τινῶν
1. ὑγρῶν ᾖ, τὴν τοῦ ποιητοῦ λέξιν ἐπαγόμενοι μαρτύριον,
2. ἔνθα φησίν·
4. μοχθηρὰν ὁδὸν ἐξηγήσεως ταύτην τεμνόμενοι. τὰ γὰρ ὑπὸ
5. τῶν ποιητῶν σπανίως εἰρημένα κατά τινα τρόπον ποιητικὸν,
6. ἐὰν ὡς κυρίως λελεγμένα τὶς ἐξηγῆται, διαστρέφειν
7. δυνήσεται καὶ τὰ σαφῶς εἰρημένα πάντα.