10. Τὰς ἐφόδους ἀνεστομῶσθαι, οἷον ῥῖνας καὶ ἄλλα, ὧν δεῖ
11. καὶ ὡς δεῖ καὶ οἷα καὶ ὅπῃ καὶ ὅτε καὶ ὅσα δεῖ, οἷον
12. ἱδρῶτας καὶ τἄλλα δὴ πάντα.
14. Τοῦτο καθ’ ἑαυτὸ μὲν ἄξιόν ἐστι μνημονεύεσθαι. συμφέρει
15. γὰρ ἀνεστομῶσθαι τοὺς ἐκκριτικοὺς πάντας πόρους
16. τῶν περιττωμάτων καὶ τῷ προειρημένῳ δὲ συνάπτεσθαι
17. δύναται, διττὴν χρείαν παρεχόμενον· ἰδίαν μὲν ἐπὶ τῶν
1. ῥοιωδῶν ὀμμάτων, κοινὴν δὲ πάντων ἐφ’ ὧν ἀντισπᾷν ἢ
2. παροχετεύειν προσῆκεν. ἐὰν γὰρ ἀντισπάσεως μὲν ᾖ χρεία,
3. φοβούμεθα δ’ αὐτὴν ποιήσασθαι, παροχετεύειν τὸ αἷμα
4. προσήκει καὶ κενὸν ὅλον ἐργάζεσθαι τὸ σῶμα. τὰ δὲ ἐφεξῆς
5. γεγραμμένα πολλάκις ἤδη παρ’ ἑαυτοῦ μεμαθήκαμεν ἐπὶ
6. πάσης κενώσεως ὄντα χρήσιμα. δεῖ γὰρ οὐχ ἁπλῶς ὅταν
7. χρεία κενώσεως, ἐπ’ αὐτὴν παραγίνεσθαι, ἀλλὰ προδιορισάμενον
8. ὅπως ταύτην ποιήσασθαι χρὴ, καὶ ὁποῖα προσῆκεν
9. εἶναι τὰ κενωθησόμενα καὶ καθ’ ὅτι χωρίον, ἐν τίνι
10. τε καιρῷ καὶ μέχρι πόσου. λεκτέον δὲ καὶ νῦν ἀναμνήσεως
11. ἕνεκα περὶ ἑκάστου διὰ βραχέων. τὸ μὲν ὡς δεῖ, τοιόνδε
12. τι σημαίνει, τὰς ἀφόδους ἀναστομωτέον, οὐ μὴν
13. ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ’ ὡς δεῖ. τοῦτο δὲ σημαίνει τὸν
14. τρόπον δι’ οὗ ποιησόμεθα τὰς κενώσεις, οἷον ἐπὶ τῶν κατὰ
15. γαστέρα διὰ κλυστῆρος, διὰ βαλάνου, δι’ ὑπηλάτου φαρμάκου
16. καὶ καθ’ ἕκαστον αὐτῶν δι’ ὡντινῶν. καὶ γὰρ καὶ
17. κλυστῆρες πολυειδῶς συντίθενται καὶ βάλανοι καὶ τὰ κατωτερικά
18. τε καὶ ὑπήλατα καλούμεθα φάρμακα. τὸ μὲν οὖν
1. ὡς δεῖ τοιοῦτόν τι σημαίνει. τὸ δὲ οἷα τὸ ποιὸν τῶν
2. κενουμένων δηλοῖ, τουτέστιν ἆρά γε ὑδατώδη καὶ λεπτὰ
3. κενοῦν ἐστὶ βέλτιον ἢ φλεγματώδη χυμὸν ἢ πικρόχολον ἢ
4. μελαγχολικὸν, ἤ τινα τούτων ἢ καὶ πάντας. τὸ δὲ ὅπῃ
5. τὸ μέρος τοῦ σώματος ἐνδείκνυται δι’ οὗ χρὴ κενοῦν. κᾂν
6. γὰρ ὅτι διὰ τῶν κάτω κενῶσαι προσήκει γνῶμεν, ἀλλὰ δι’
7. οὗ γε τῶν κάτω χωρίων, προδιορίσασθαι δεῖ, διὸ καί τινες
8. ἀντὶ τοῦ ὅπῃ τὸ οὗ δεῖ γεγράφασιν, ἐνδεικνύμενοι τὸ δι’
9. οὗ, πότερα διὰ κύστεως ἢ διὰ γαστρὸς ἢ δι’ ὑστέρας. καὶ
10. πάλιν ἄνω, πότερα διὰ ῥινῶν ἢ διὰ στόματος. ἔστι δέ τις
11. καὶ δι’ ὅλου τοῦ σώματος κένωσις, ἥ τε διὰ τῶν ἱδρώτων
12. καὶ ἡ διὰ τῆς ἀδήλου καλουμένης διαπνοῆς. τό γε
13. μὴν ὅτε σαφῶς τοῦ καιροῦ δηλωτικόν ἐστιν ἐν ᾧ χρὴ κενοῦν,
14. ἆρά γε κατ’ ἀρχὰς πρὶν πεφθῆναι τὴν νόσον, ὅταν,
15. ὡς αὐτὸς ἔλεγεν, ὀργᾷ καὶ πρὸς τὴν ἔκκρισιν ἐπείγεται τῶν
16. ὑγρῶν ἡ διήκουσα τὰ ζῶα φύσις ἢ μετὰ τὸ πεφθῆναι τοὺς
17. λυποῦντας χυμούς. καὶ γὰρ καὶ τοῦτο αὐτὸς ἐδίδαξεν, ὥσπερ
1. καὶ τὸ πρότερον ἐν ἀφορισμοῖς. τὸ δὲ ὅσα δεῖ, κατὰ τὴν
2. τελευτὴν τῆς ῥήσεως εἰρημένον, ἐνδείκνυται τὴν ποσότητα
3. τῶν κενουμένων ἧς αὐτῆς ἐστοχάσθαι δεῖ τὸν ἰατρόν. εἶτ’
4. ἐν παραδείγματος μοῖρα πρόκειται τὸ οἷον ἱδρῶτες. καίτοι
5. γὰρ ὠφέλιμος εἶναι δοκῶν τοῖς νοσοῦσιν ὁ ἱδρὼς, ὅμως καὶ
6. αὐτὸς συμμετρίας χρῄζει. τὸ γοῦν ἄμετρον αὐτοῦ διαλύει
7. τὴν δύναμιν. ὅπου δ’ ἐπὶ τῶν ἱδρώτων, ἡ ὑπερβολὴ τοῦ
8. πλήθους ἐστὶ βλαβερά. πολλοῦ δή τοι μᾶλλον ἐπὶ τῶν ἐμουμένων
9. ἢ διαχωρουμένων ἢ δι’ αἱμοῤῥοΐδων ἢ διὰ μήτρας
10. κενουμένων.