Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 2.38, ed. Kühn, 1828, vol. 17b, p. 972-974. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:2.38


13. Ἐπὶ τοῖσι μεγάλοισι κακοῖσι πρόσωπον ἢν ᾖ χρηστὸν, σημεῖον
14. χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι, τἀναντία σημαῖνον
15. τῇ εὐσημείῃ, κακόν.

1. Καὶ ταύτης τῆς ῥήσεως τὸ δεύτερον μέρος ἄλλος ἄλλως
2. γράφει τῶν ἐξηγησαμένων τὸ βιβλίον. εἰ δὲ προσθείη τὶς
3. αὐτῇ τὸ τῇ ἄρθρον, οὐδὲν ἕξει ζήτημα τοιάδε γενομένη.
4. ἐπὶ δὲ τοῖς μικροῖς τἀναντία σημαῖνον τῇ εὐσημείῃ, κακὸν,
5. ἵνα καὶ ὁ σύμπας λόγος ᾖ τοιοῦτος· ἐπὶ τοῖς μεγάλοις κακοῖς,
6. εἴτ’ οὖν πάθεσιν ἢ συμπτώμασιν, ἐὰν ᾖ τὸ πρόσωπον
7. χρηστὸν, τουτέστιν ὅμοιον τῷ κατὰ φύσιν, ἀγαθόν ἐστι
8. σημεῖον. ἐπὶ δὲ τοῖς μικροῖς πάλιν οὖν κᾀνταῦθα πάθεσιν
9. ἢ συμπτώμασιν, ἐὰν τἀναντία σημαῖνον γένηται τὸ πρόσωπον
10. τῇ προειρημένῃ εὐσημείῃ, κακόν τι δηλώσει. τινὲς
11. μὲν οὖν ἄντικρυς ὡς ἐξ ἀρχῆς γενομένης τῆς λέξεως μετὰ
12. τοῦ ἄρθρου, τὴν ἐξήγησιν ἐποιήσαντο, μὴ δηλώσαντες ὅτι
13. τὰ παλαιὰ τῶν ἀντιγράφων οὐκ ἔχει τὸ τῇ γεγραμμένον
14. τῷ εὐσημείῃ, τάχα τοῦ πρῶτον γράψαντος τὸ βιβλίον ἁμαρτάνοντος.
15. ἔνιοι οὐ μόνον ἑτέρως ἔγραψαν, ἀλλὰ καὶ τὴν
16. ἐξήγησιν οὐ προσήκουσαν ἐποιήσαντο. φυλαττόμενος δ’ ἐγὼ
17. καθάπερ ἐν ἀρχῇ προεῖπον, εἰς μῆκος ἐκτείνειν τὰ ὑπομνήματα,
18. παραλιπεῖν ἔγνωκα τὰ πολλὰ τῶν οὐκ ὀρθῶς εἰρημένων.
1. ἱκανὸς γὰρ εἶναί μοι δοκεῖ σκοπὸς ἐξηγήσεως, ἐὰν
2. ἀληθῆ τε διδάσκῃ τὶς ἐν αὐτῇ καὶ κατὰ τὴν γνώμην τοῦ
3. παλαιοῦ. καθάπερ καὶ νῦν ἔνεστι ποιησάμενον ἀπηλλάχθαι
4. πολυλογίας, ἐὰν γὰρ μεγάλων ὄντων τῶν παθῶν, τὸ πρόσωπον,
5. ἐὰν ᾖ συμπεπτωκὸς ἀξίως τοῦ νοσήματος, χρηστὸν
6. εἶναι σημεῖον. ἐπὶ δὲ τοῖς μικροῖς ἐξ ὑπεναντίου κακόν
7. τι σημαίνειν, ἔξεστιν οὖν καὶ τούτοις, εἴ τις ἀρέσκοιτο, χρῆσθαι.
8. ἐγὼ δ’ ἐπὶ τὴν παλαιὰν γραφὴν καὶ τοῖς ἄλλοις
9. ἅπασιν ἐξηγηταῖς ὁμολογουμένην μεταβήσομαι.

Cliquer un n° de page pour en afficher l’image