12. Παρὰ τὸ μέγα, οὗ ἡ γυνὴ ὄπισθεν τοῦ ἡρώου,
13. ἰκτεριώδεος ἐπιγενομένου.
15. Εἴτε τῆς προγεγραμμένης ῥήσεως ἐστὶ τέλος τὸ παρὰ
16. τὸ μέγα οὗ, τοῦτο λεξίδιον, εἴτε τόπου τινὸς δηλωτικὸν,
17. ἐάσω ζητεῖν τοῖς τὰ μὲν ἰατρικὰ παρατρέχουσιν, ὡς γραμματικοῖς
18. δὲ μᾶλλον ἢ ὡς ἰατροῖς ἐξηγεῖσθαι προαιρουμένοις.
1. ἀρκεῖ γὰρ ἐπὶ μὲν τοῦ, παρὰ τὸ μέγα, τοσοῦτον εἰπεῖν,
2. ὅσον οἱ παλαιοὶ τῶν ἐξηγητῶν εἶπον, ὡς ἤτοι θέατρον ἢ
3. ᾠδεῖον ἢ γυμνάσιον ἡρώων ἢ οἴκημά τι δηλοῦται διὰ τῆς
4. μέγα λέξεως ἢ ὁτιοῦν ἄλλο τι τοιοῦτον. μεταβάντα δ’
5. ἐφεξῆς, εἴ τι πρὸς τὰ τῆς τέχνης ἔργα χρήσιμόν ἐστιν,
6. ἐκεῖνο σκοπεῖν, ὅτι τοῦ ἡρῴου ὄπισθεν ἢ ὅτι τοῦ Μενελάου,
7. τινὲς οὕτω γράφουσιν, ὁ ἄῤῥωστος ἐκεῖνος κατέκειτο,
8. χρήσιμον ἔχει τι, καθάπερ οὐδὲ τὸ τούτων ἐφεξῆς εἰρημένον,
9. ἰκτεριώδεος ἐπιγενομένου. εἰ καὶ ὅτι μάλιστα χρήσιμον
10. ἦν αὐτῷ τῷ Ἱπποκράτει, πρὸς ἀνάμνησιν, ἴσως μὲν
11. τῶν προειρημένων, ἴσως δὲ καὶ αὐτὸ καθ’ ἑαυτό. πάθους
12. γὰρ ἢ χρώματος ἰκτεριώδους ἐπιγενομένου τῇ γυναικὶ ἐπιμέμνηται
13. κᾀνταῦθα παρά τε τοῖς παλαιοῖς ἐξηγηταῖς καὶ
14. τοῖς ἀντιγράφοις ἡ ῥῆσις παραγέγραπται. κατ’ ἄλλους δέ
15. τινας ἐξηγητὰς πρόσκειται τῷ ἰκτεριώδεος ἐπιγενομένου τὸ
16. παρέμενεν, ὥσπερ αὖ καθ’ ἑτέρους μετὰ τῆς ἀποφάσεως τὸ
17. οὐ παρέμενεν. ἔνιοι δὲ τὸ αὐτῇ προστιθέασιν. ἀλλὰ τοῦτο
1. μὲν τῇ λέξει τὴν διαφορὰν, οὐκ ἐν τῇ διανοίᾳ λαμβάνει.
2. τὰ δὲ πρότερα τὴν διάνοιαν ἐπὶ τοὐναντίον ὑπαλλάττει, τὸ
3. γὰρ ἰκτεριῶδες πάθος ἢ χρῶμα τῆς ἑτέρας γραφῆς παραμεῖναι
4. δηλούσης, ἡ ἑτέρα φησὶ μὴ παραμεῖναι. καθ’ ἑαυτὴν
5. οὖν γεγραμμένης τῆς προκειμένης ῥήσεως, οὔτ’ εἰ παρέμενεν
6. οὔτ’ εἰ μὴ παρέμενεν, ἔχει τι χρήσιμον ἡμῖν τοῖς
7. οὐκ εἰδόσιν ὅπως ἐνόσησεν ἢ τίνα διάθεσιν ἔσχεν. εἰ δὲ
8. τοῖς ἐπιγεγραμμένοις συνάπτοιτο, περιττὸν ὅλως ἐστίν. ἀρκεῖ
9. γὰρ εἰρῆσθαι μόνον τὸ, ἰκτερώδεος ἐπιγενομένου,
10. παραδείγματος τούτου τοῦ περὶ τὸ πρόσωπον φανέντος, ὡς
11. τῶν ἄλλων δοκούντων μικρῶν εἶναι μόνων, ἐδήλωσε τοὐναντίον,
12. ἐπειδὴ μεγάλως ἐξετράπη τοῦ κατὰ φύσιν. καὶ γὰρ
13. τὸ ἐπιφερόμενον τοῦτό με διδάξει διαμαρτυρεῖν, ἐφ’ ὃ μεταβαίνειν
14. ἤδη καιρὸς ἐάσαντα τὰς ἄλλας ἐξηγήσεις τῆς προκειμένης
15. ῥήσεως. ἴσως γὰρ καὶ τὰ νῦν εἰρημένα παρὰ
16. τὴν ἐμαυτοῦ προαίρεσιν μηκύνει, παραλιπεῖν ἐγνωκότος
17. ὅσα τοὺς ἀναγινώσκοντας αὐτὰ νέους οὐδὲν εἰς τὴν τέχνην
1. ὀνίνησιν. οὐ γὰρ σοφιστικὴν παρασκευὴν πρόκειταί μοι
2. παρασκευάζειν αὐτοὺς, ἣν ἐμίσησα διὰ παντὸς, ἀλλ’ ἐπὶ τὰ
3. τῆς τέχνης ἔργα κατά τε πρόγνωσιν καὶ θεραπείαν, ἃ κᾀμοὶ
4. διὰ παντὸς ἠσκήθη.