Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 2.4, ed. Kühn, 1828, vol. 17b, p. 900-903. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:2.4


5. Λειῇναι, τρηχῦναι, σκληρῦναι, μαλθάξαι, τὰ μὲν, τὰ
6. δὲ μή.

8. Κοινὸν καὶ καθόλου σκοπὸν ἰαμάτων παρ’ αὐτοῦ μεμαθηκὼς
9. ἕπεσθαι δυνήσῃ τοῖς λεγομένοις ἐν μέρει πᾶσι
10. θεραπευτικοῖς λογισμοῖς. εἰ γάρ ἐστι τὰ ἐναντία τῶν
11. ἐναντίων ἰάματα, λεᾶναι μὲν δεήσει τὰ τετραχυσμένα παρὰ
12. φύσιν, τραχῦναι δὲ τὰ λεῖα γεγονότα. τραχύνεται μὲν οὖν
13. καὶ φάρυγξ πολλάκις αἰσθητῶς καὶ ἀρτηρία τραχεῖα καὶ
14. στόμα καὶ ὅλον τὸ δέρμα κατά τε τὰς ψωρώδεις καὶ λεπρώδεις
15. διαθέσεις, ἐξανθήμασί τέ τισι, τοῖς μὲν κεγχρώδεσιν,
16. τοῖς δ’ ἐλάττοσι τούτων ἢ μείζοσι. τραχύνεται δὲ καὶ τὰ
17. κατὰ γαστέρα πολλάκις, ὅταν δι’ αὐτῶν ἐκκρίνεται πλείων
18. χολώδης χυμὸς ἄκρατος. ἔσθ’ ὅτε δὲ καὶ ἐξ ἐδεσμάτων
1. δριμέων τε καὶ δακνωδῶν γίνεται τοῦτο. καὶ δηλονότι διὰ
2. τῶν ἰωμένων τὰς τραχύτητας φαρμάκων τὴν θεραπείαν ποιεῖσθαι
3. χρὴ τῶν τοιούτων, ὅπερ ὠνόμασε λεᾶναι. τοῖς δὲ
4. εἰρημένοις ἐναντίως διακείμενα τὰ τραχυνθῆναι δεόμενα,
5. κατὰ μὲν τὸ δέρμα, περί τε τὰς τῆς κεφαλῆς καὶ τοῦ γενείου
6. τρίχας γίνεται. περὶ μὲν τὰς τῆς κεφαλῆς ἐν ἀλωπεκίαις
7. καὶ ὀφιάσεσι καὶ μυδριάσεσιν, ἐπὶ δὲ τοῦ γενείου
8. τῶν βραδέως αὐτοῦ καὶ μόγις φυόντων, ἐφ’ ὧν καὶ αὐτῶν
9. ἐπειράθημεν ἁπάντων πρὸς ἀλωπεκίας ἁρμοζόντων φαρμάκων.
10. ἐν δὲ τοῖς ἄλλοις μέρεσι τοῦ σώματος, ἔν τε τῷ χειλῶν
11. καλῶν ἕλκη ἢ κόλπους ὅλους, ἐνιέντες φάρμακα ῥυπτικὰ
12. τραχύνομεν τὰ μόρια. καὶ τὴν γαστέρα γλίσχρου
13. φλέγματος ἐμπεπλησμένην ἐνίοτε τραχυντικοῖς φαρμάκοις
14. διαῤῥύπτομεν, ἐν ταὐτῷ δ’ ἐστὶ τῷ γένει
15. καὶ τῶν αἱμοῤῥοΐδων καθάρσεων προκλητικοὶ πεσσοί. καὶ
16. μέντοι τὰς ἐν τοῖς βλεφάροις συκώσεις προτραχύνοντές τινι
17. πρότερον οὕτως ἐπαλείφομεν τὰ καθαιρετικὰ φάρμακα,
18. πράττοντες τοῦτο χάριν τοῦ παραδέξασθαι τὴν δύναμιν
1. αὐτῶν εἰς τὸ βάθος τὰς ἡλωμένας ἐξοχάς. ἴστε γοῦν ἐμὲ
2. χρώμενον ἐπ’ αὐτῶν δέρμασί τε θαλαττίων κητῶν τραχέσι
3. καὶ σηπίας ὀστράκοις καὶ κισσήρει, καὶ τούτων μὴ παρόντων
4. αὐτῷ τῷ κυαθίσκῳ τῆς μήλης, στενὸν ἐχούσης, οὐκ
5. εὐρὺ τὸ πέρας. ἀλλὰ τὸ τοὺς ἀχῶρας καὶ τὰ κηρία καλούμενα
6. καὶ τὰς μυρμηκίας, ὅσα τε ἄλλα τοιαῦτα φαρμάκοις
7. ἐκτῆξαι βουλόμεθα, προτραχύνοντες ἤτοι διὰ τῶν
8. ἡμετέρων ὀνύχων μετρίως ἢ δι’ ὀθόνης σκληρᾶς ἢ διά τινος
9. τῶν προειρημένων, οὕτως ἐπιτίθεμεν αὐτοῖς τὰ φάρμακα.
10. σκληρῦναι, μαλθάξαι. καὶ τούτων ἡμῖν χρεία γίνεται,
11. πολλάκις μὲν ἐφ’ ὅλου τοῦ σώματος, ἐνίοτε δὲ ἐφ’ ἑνὸς μορίου.
12. τοὺς μὲν γὰρ ὕποιδόν τε καὶ ὑδερικὴν ἔχοντας ὅλην
13. τὴν ἕξιν τοῦ σώματος σκληρύνομεν διά τε σινδόνων προανατρίβοντες
14. καὶ σκληρᾷ τρίψει χρώμενοι καὶ γυμνάζοντες
15. ἐν κόνει. τοὺς δ’ οὐ φέροντας ταῦτα φαρμάκοις ξηραίνουσι
16. προσπλαστοῖς, ἀλουσίᾳ τε καὶ ταῖς εἰρημέναις τρίψεσι,
17. πρὸς δύναμιν δηλονότι καὶ κατὰ βραχὺ χρώμενοι ταῖς παραυξήσεσιν
18. αὐτῶν. ἓν δὲ μορίον ἐνίοτε διακείμενον οὕτως ἀνάλογον
1. οἷς εἴρηκα θεραπεύομεν. ἐπὶ δὲ τῶν κώλων μάλιστα
2. φαίνεται συνεχῶς τοῦτο γινόμενον, ἀλλὰ καὶ τῶν ἑλκῶν πάντων
3. ὅταν σαρκωθῇ, τὴν ἐπούλωσιν οὕτω ποιούμεθα. σκληρυνομένη
4. γὰρ ἡ σὰρξ δερματοῦται καὶ οὐλὴ γίνεται. πάλιν
5. δὲ ἐκ τῶν ἐναντίων μαλθάσσεται τά τε τετυλωμένα καὶ τῶν
6. φλεγμονῶν αἱ σκιῤῥούμεναι, καθ’ ὃν τρόπον καὶ ἡ τοῦ
7. σκιῤῥουμένου σπληνὸς ἴασις γίνεται. καὶ τὸ παχυνόμενον
8. δέρμα κατὰ τὸ πάθος, ὃ καλοῦμεν ἐλέφαντα, καὶ τῶν οὐλῶν
9. δὲ καὶ τὰς σκληροτέρας τοῦ προσήκοντος μᾶλλον μαλάσσομεν,
10. ὥσπερ τὰς πάνυ μαλακὰς σκληρύνομεν.

Cliquer un n° de page pour en afficher l’image