7. Ὁ παρὰ Τιμενέῳ ἀδελφιδῇ, οὗτος
8. μελάγχρους.
10. Εἰ πρὸς τὰ τοῦ προσώπου λελεγμένα καὶ τοῦτ’ ἀναφέροι
11. τις, ἕξει τι χρήσιμον ὡς ἐν παραδείγματος μοίρᾳ λελεγμένον.
12. εἰκὸς γὰρ καὶ τοῦτον ἐπὶ μικροῖς τοῖς ἄλλοις ἐκτροπὴν
13. τοῦ σώματος εἰς τὸ παρὰ φύσιν ἐσχηκότα μεγάλην
14. ἀποθανεῖν ἢ κινδυνεῦσαι διὰ τοῦτο μόνον. εἰ δὲ καὶ μελάγχλωρος
15. εἴη γεγραμμένον ἀντὶ τοῦ μελάγχρους, ὡς ἐν
16. ἐνίοις τῶν ἀντιγράφων εὕρομεν, ἔτι καὶ μᾶλλον δόξει κάκωσίν
17. τινα μεγάλην ἐνδείκνυσθαι τοῦτο μόνον τὸ χρῶμα, καίτοι
18. τῶν ἄλλων μικρῶν γενομένων τῷ κάμνοντι.