2. Ἐν Περίνθῳ τὸ γονοειδὲς, τὸ τοιοῦτον ὅτι κρίσιμον καὶ
3. τῶν ἤτρων τὰ τοιαῦτα. ὅτι αἱ οὐρήσεις ῥύονται, ὅτι
4. οὔτε φύσης πολλῆς οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης
5. ἐλαπάσσετο. οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον.
6. κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνους ὢν, τὰ περὶ τὸ
7. ἦτρον ἐλαπάσσετο, εὐθύπνους ἐγένετο, ἡ κοιλίη αὐτῷ
8. ἐξετίναξεν.
10. Οὐκ ἀρχὴν τῆς προκειμένης ῥήσεως, ἀλλὰ τελευτὴν τῆς
11. προτέρας οἱ περὶ Σαβῖνον ἡγοῦνται τὸ ἐν Περίνθῳ. καθόλου
12. μὲν γάρ φησι τὸν νῦν λόγον εἶναι, ἐν μέρει δ’ ἐκεῖνον,
13. εἰωθότα δὲ τοῖς ἐν μέρει λόγοις τὸν Ἱπποκράτην προσγράφειν
14. ἤτοι τὰ τῶν χωρίων ἢ τὰ τῶν παθόντων ὀνόματα.
15. καίτοι οὗτος ὁ νῦν λεγόμενος λόγος ὅτι τῶν ἐπὶ μέρους
16. ἐστὶ δῆλον ἐξ ὧν ἐπιφέρων αὐτὸς εἶπεν ὁ Ἱπποκράτης,
17. ὅτι οὔτε πολλῆς φύσης οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης
18. ἐλαπάσσετο· πολλὰ δ’ ἐν τοῖς τῶν ἐπιδημιῶν γέγραπται
1. μὲν ἐπί τινων ἑωραμένα κατὰ μέρος, ὑποπέπτωκε
2. δὲ καθολικοῖς θεωρήμασιν, ἤτοι διηνεκέσιν ἢ ὡς τὸ πολὺ
3. γενομένοις. οὕτως οὖν καὶ νῦν γονοειδὲς εἴτε οὖρον εἴτε
4. διαχώρημα γενόμενον ἐν Περίνθῳ κρίσιμον ἐφάνη, πότερον
5. ἢ ὀλίγοις ἢ πολλοῖς ἢ ἑνὶ τὸ τοιοῦτον συμβαίνει κατὰ τὴν
6. λέξιν αὐτοῦ τοῦ Ἱπποκράτους οὐ διώρισται. πιθανώτερον
7. δ’ ἐστὶν ἐπὶ πολλῶν αὐτὸ πεφυκέναι κατ’ ἐκεῖνον τὸν καιρὸν
8. ἐπιδημῆσαν, ἡνίκα ἔγραφεν ὁ Ἱπποκράτης ταῦτα. ὅταν
9. μὲν γὰρ ἐφ’ ἑνός τινος γενόμενόν τι γράφῃ, προστίθησιν
10. ἤτοι τὸν τόπον τῆς πόλεως ᾧ τὸν ἄνθρωπον εἶδε κατακείμενον
11. ἢ τὴν ἡλικίαν ἢ τοὔνομα. τῶν πόλεων δ’ εἴωθε
12. μνημονεύειν ὀνομαστὶ κατ’ ἐκείνας τὰς διηγήσεις ἐν αἷς
13. πολλοὺς ἐθεάσαντο παθόντας ταῦτα. τοῦτο μὲν οὖν οὐ μεγάλην
14. ἔχει διαφορὰν ὡς πρὸς τὰ τῆς τέχνης ἔργα καὶ συναπτέτω
15. τις οἷον βούλεται τὸ ἐν Περίνθῳ. τὸ γονοειδὲς δὲ
16. οὖρον ἢ καὶ διαχώρημα γένοιτ’ ἄν ποτε κρίσιμον, ὅταν ὁ
17. καλούμενος ὑπὸ Πραξαγόρου χυμὸς ὑαλώδης ἐκκενοῦται. τὸ
18. δὲ καὶ τῶν ἤτρων τὰ τοιαῦτα, δεῖται μὲν οὖν τὸ προειρημένον
1. ἀναφέρεσθαι, τὰ γὰρ τοιαῦτα πρὸς ἕτερον
2. ἀναφέρεσθαι λέγεται. προείρηται δὲ οὐδὲν περὶ τῶν ἤτρων.
3. ἴσως οὖν ἢ ἐν τῷ γράφεσθαι τὸ πρῶτον ἀντίγραφον ἐκ τῶν
4. ὑπομνημάτων τοῦ Ἱπποκράτους παρελείφθη τι τοιοῦτον γεγραμμένον,
5. ἢ αὐτὸς ἑαυτῷ τοῦθ’ ὑπεμνημονεύσατο πρὸς τὸν
6. πρῶτον ἄῤῥωστον ἀναφερόμενον, ὑπὲρ οὗ προεῖπε τοῦτο μόνον,
7. ὁ παρὰ Τιμενέῳ ἀδελφιδῇ, οὗτος μελάγχρους. ἔνιοι
8. δὲ διὰ ταύτην τὴν ἀπορίαν ᾧδέ πως διπλῆν διῆλθον τὴν
9. ῥῆσιν, ὅτι κρίσιμον καὶ τῶν ἤτρων, ὡσεὶ καὶ οὕτως ἐγέγραπτο.
10. τὸ γονοειδὲς οὖρον ὅτι κρίσιμόν ἐστι καὶ τῶν κατὰ
11. τὸ ἦτρον παθῶν ἐπισπᾶσθαι χρὴ, καὶ πάλιν ἀπ’ ἄλλης ἀρχῆς.
12. τὰ τοιαῦτα ὅτι αἱ οὐρήσιες ῥύονται, ἵν’ ἀκούσωμεν
13. τὰ τοιαῦτα, τὰ κατὰ τὸ ἦτρον γινόμενα. καὶ τούτου γε
14. μαρτύριον ἐφεξῆς ἔγραψεν ὅτι οὔτε ἢ φύσης πολλῆς οὔτε
15. κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο, τουτέστιν
16. οὐδενὸς ἄλλου γενομένου τὸν κατὰ τὸ ἦτρον ὄγκον λῦσαι
17. δυναμένου, ἐπὶ μόνοις τοῖς γονοειδέσιν οὔροις ἐκρίθη τὸ
18. νόσημα. τάχα γὰρ τοιοῦτόν τι τὸ ἦτρον ἦν ὁποῖον καὶ ἐν
1. τῷ προγνωστικῷ διῆλθεν αὐτὸς ἐν τῇδε τῇ λέξει. τοὺς δ’
2. ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν νεαρά
3. τε ᾖ καὶ μὴ σὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος
4. ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξελθὼν σὺν κόπρῳ
5. τε καὶ οὔρῳ, εἰ δὲ μὴ καὶ αὐτὸς διαπεραιωθῇς, ὠφελέει
6. δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία. οὐ γὰρ δὴ φλεγμονὴν
7. ἤ τι ταύτης ἔτι δυσλυτώτερον ἐν ἥπατι συστὰν ἢ ἐν
8. ἐντέροις ἢ ἐν γαστρὶ, γονοειδὲς οὖρον ἔλυσεν ἂν μόνον γενόμενον.
9. διὰ τοῦτ’ οὖν ἐπήνεγκεν αὐτός· οὐ γὰρ δὴ μέγα
10. ἦν τὸ ὑποχόνδριον, ὡς εἴ γε ἦν μέγα, μὴ ἂν λυθέντος αὐτοῦ,
11. διὰ τῆς τοῦ γονοειδοῦς ἐκκρίσεως. ἐπεὶ δὲ τὸ ἐπιφερόμενον
12. οὐ πάνυ τι φαίνεται συνᾴδειν τοῖς οὕτω προειρημένοις,
13. διὰ τοῦτό τινες ἀπ’ ἄλλης ἀρχῆς ἀνέγνωσαν
14. αὐτὸ, δασύνοντες κατὰ τὴν πρώτην συλλαβὴν τὴν οὐ καὶ
15. ποιοῦντες ἄρθρον ἀρσενικὸν πτώσεως γενικῆς, ὡσεὶ καὶ οὕτως
16. εἶπεν· οὗ γὰρ δὴ ἀνθρώπου μέγα ἦν τὸ ὑποχόνδριον,
17. κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνους ἐών. ἐπεὶ δὲ τὸ
1. ἦτρον ἐλαπάχθη, εὐθύπνους ἐγένετο, τουτέστιν εὔπνους τε
2. καὶ κατὰ φύσιν ἀναπνέων. οὐ μὴν ἔγραψε πότερον ὑπαγαγοῦσα
3. τὴν κοιλίαν ἡ κράμβη τὴν ὠφέλειαν ἐποίησεν ἢ κατὰ
4. τὸν τῆς ἀναλώσεως λόγον. ἔνιοι δὲ ὡς κληθέντος αὐτοῦ
5. τὴν εὐθύπνους· λέξιν ἐξηγήσαντο, σημαίνεσθαι λέγοντες ἐξ
6. αὐτῆς τὸν ὀρθοπνοϊκὸν καλούμενον τῆς δυσπνοίας τρόπον.
7. ἐν γὰρ ταῖς αἰνιγματώδεσι ῥήσεσιν ὅ τι ἄν τις ἐθέλῃ δύναται
8. λέγειν, οὐδὲν ἡμῶν ἀξιόλογον ὠφελουμένων ἐν αὐταῖς.
9. ἐν αἷς οὐδὲ τὴν Ἱπποκράτους γνώμην ἔνεστι μαθεῖν ἀκριβῶς
10. ἀλλὰ τὴν τῶν ἐξηγητῶν.