13. Περὶ τοῦ αἵματος τοῦ ἰχωροειδέος, ὅτι ἐν τοῖσι πτοώδεσι
14. τὸ τοιοῦτον ἢ ἐν τοῖσιν ἠγρυπνηκόσιν, καὶ εἴτε φαῦλον
15. εἴτε χρηστόν.
17. Οὐχ ἁπλῶς τὸ λεπτὸν καὶ ὑδατῶδες αἷμα
18. καλεῖν αὐτὸν ἰχωροειδὲς ὑποληπτέον ἐστὶν, ἀλλὰ τὸ μετά
1. τινος ἰώδους καὶ κακοήθους δυνάμεως. ἐν γὰρ τῷ δευτέρῳ
2. τῶν ἐπιδημιῶν αὐτὸς ἔγραψε καὶ ὑπὸ τῷ δέρματι ἰχῶρες
3. ἐγίνοντο, ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο καὶ κνησμὸν
4. ἐνεποίουν, εἶτα φλυκταινίδες ὥσπερ πυρικαύστου ἀνίσταντο
5. καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον. εὔδηλον οὖν ὅπως
6. ὑπὸ τῶν ἰχώρων οὐ σμικρὰ συμπτώματα γίνεσθαί
7. φησι. καὶ ὁ Πλάτων δὲ ἐν τῷ Τιμαίῳ τοιοῦτόν τι σημαίνει
8. διὰ τῆς ἰχώρων προσηγορίας ᾧδέ πως λέγων· ἰχὼρ δὲ ὁ
9. μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς, ὀξείας
10. δὲ, ἄγριος. ἰχωροειδὲς οὖν αἷμα καλεῖται τὸ περιέχον ἐν
11. ἑαυτῷ μοχθηρὰν ὑγρότητα λεπτὴν, οὐχ ὑδατώδη καὶ ἄδηκτον,
12. ἀλλὰ δακνώδη καὶ διαβρωτικήν. εἰπόντος δὲ τοῦ
13. Πλάτωνος, ἰχὼρ δὲ ὁ μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης
14. χολῆς, ὀξείας δὲ, ἄγριος, εὔδηλον ἐγένετο ἡμῖν, καθάπερ
15. ἐπὶ τοῦ γάλακτος ὀῤῥώδης τίς ἐστιν ὑγρότης οἷον
16. περιήθημα καὶ περίχυμα τοῦ παχυτέρου ἐν ἑαυτῷ, τὸν αὐτὸν
17. τρόπον ἐπὶ πάντων εἶναι χυλῶν τε καὶ χυμῶν, ὀῤῥώδη
18. τινὰ καὶ λεπτὴν ὑγρότητα. διοίσουσιν οὖν ἀλλήλων δηλονότι
1. κατὰ τὰς φύσεις τῶν χυμῶν ὧν εἰσὶν ὀῤῥοὶ καὶ γενήσεται
2. χαλεπώτατος μὲν ὁ τῆς μελαίνης χολῆς, ἧττον δὲ
3. χαλεπὸς ὁ τῆς ξανθῆς, καὶ τούτου μᾶλλον ὁ τοῦ φλέγματος.
4. ἐπιεικέστατος δὲ πάντων ὁ τοῦ αἵματος ὀῤῥός τε καὶ ἰχώρ.
5. οὐδὲ γὰρ ἐν τῷ παρόντι διοίσει λέγειν οὕτως ἢ ἐκεῖνος, ἀλλ’
6. ἐπειδὴ διττῶς τὸ αἷμα λέγομεν, ἐνίοτε μέν ἀντιδιαιρουμένως
7. πρὸς τοὺς ἄρτι λεγομένους χυμοὺς, ἐνίοτε δὲ κατ’ ἐπικράτειαν
8. ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμὸν, ἰχωροειδὲς αἷμα νῦν
9. ἀκουστέον ἐστὶ τὸ κατὰ τὸ δεύτερον σημαινόμενον, ὥσπερ
10. καὶ λέγειν ἐστὶ καὶ σύνηθες ἅπασι τοῖς ἰατροῖς ἐν ταῖς
11. φλεβοτομίαις, ἐνίοτε μὲν ὀῤῥῶδες, ἐνίοτε δὲ μελαγχολικὸν ἢ
12. φλεγματῶδες ἢ χολῶδες, ἔστι δ’ ὅτε κατὰ φύσιν ἔχον ἐκκεκρίσθαι
13. τὸ αἷμα. διὰ παντὸς μέν ἐστι πτοώδεις, ὅπερ
14. ἐστὶ τεταραγμένους μετὰ φόβου, ποιήσει τὸ ἰχωροειδὲς αἷμα
15. καὶ ἀγρύπνους γε προσέτι. ἐὰν δὲ καὶ μοχθηροῦ χυμοῦ
16. τινὸς, μὴ μόνον τοῦ αἵματος ὀῤῥὸς ἐν τοῖς αἱματικοῖς ἀγγείοις
17. περιέχηται καὶ παραφροσύνας καὶ φρενίτιδας καὶ μανίας
18. ἐργάσεται. ἀλλὰ νῦν γε τοῦ αἱματώδους ἔοικεν ὀῤῥοῦ
1. μνημονεύειν, ἀνάμνησίν ἑαυτῷ τινὰ γράφων τήνδε. δειλίαν
2. μὲν ἐργάζεσθαι τὸν φλεγματικὸν ὀῤῥὸν εἰκός ἐστιν, οὐ μὴν
3. ἀγρυπνίαν ἢ ταραχὴν ἢ κίνησιν ψυχῆς πτοώδη. τὸ νωθρὸν
4. γὰρ αὐτῷ καὶ ψυχρὸν ὑπάρχει μόνον, οὐ τὸ δακνῶδές τε
5. καὶ κακόηθες, εἰ μή ποτ’ ἄρα καὶ τοῦτο διαφθαρὲν ὀξὺ
6. ἢ ἁλμυρόν τε γένοιτο. ἀλλ’ ἐκεῖνό γε ζητήσεως ἄξιόν ἐστιν
7. ὅπερ ἔφη καὶ εἴτε φαῦλον εἴτε χρηστόν. εἰ μὲν γὰρ ἁπλῶς
8. τι ἀποφαίνοιτο φαῦλον εἶναι τὸ ἰχωροειδὲς αἷμα, καλῶς δόξει
9. λέγειν. τὸ γὰρ οὕτω λεγόμενον πᾶν πρὸς τὸ κατὰ φύσιν
10. παραβάλλεται· εἰ δέ τις τῶν ἄλλων χυμῶν ἰχῶρσιν ἀντιπαραβάλλων
11. τὸν τοῦ αἵματος ἰχῶρα, μὴ πονηρὸν ἢ ἀγαθὸν
12. εἶναι λέγοι καὶ οὕτως ἀληθεύειν ὀρθῶς νομισθείη.
13. πολλάκις δ’ εἰώθασι καὶ οἱ νῦν ἄνθρωποι καὶ οἱ παλαιοὶ
14. τὸ ἧττον μοχθηρὸν ὀνομάζειν ἀγαθὸν ἢ χρηστὸν ἢ
15. ἐπαινετὸν ἤ τι τοιοῦτον, καὶ μάλισθ’ ὅταν ἦ μεγάλη τις
16. ὑπεροχὴ τοῦ πάνυ μοχθηροῦ πρὸς τὸ μετρίως ἀποκεχωρηκὸς
17. τοῦ κατὰ φύσιν, ὥστε καὶ τὸ ἰχωροειδὲς αἷμα ζητοῦντος
18. τοῦ Ἱπποκράτους, εἴτε φαῦλον εἴτε χρηστόν ἐστι, δυνάμεθα
1. ἂν ἡμεῖς ἀποφήνασθαι, τῷ μὲν ἀρίστῳ προβαλλόμενον
2. αἵματι φαῦλον ὑπάρχειν αὐτὸ, τοῖς δ’ ἄλλοις ἅπασιν,
3. οἶσιν ἰχὼρ ἑτέρου τινὸς ἀναμέμικται χυμοῦ μοχθηροῦ, πολλῷ
4. βέλτιόν τε καὶ αἱρετώτερον καὶ διὰ τοῦτο χρηστόν.