Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 2.43, ed. Kühn, 1828, vol. 17b, p. 986-988. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:2.43


7. Οἷσι σπλὴν κατάῤῥοπος, πόδες καὶ χεῖρες καὶ γούνατα θερμὰ,
8. ῥὶς καὶ ὦτα ψυχρὰ ἀεί. ἦρα διὰ τοῦτο ὅτι λεπτὸν
9. τὸ αἷμα, ἦρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν.

11. Ὅτι μὲν κατάῤῥοπος σπλὴν ὁ κάτω τὴν ῥοπὴν ἔχων
12. λέγεται καὶ δι’ αὐτῆς τῆς φωνῆς ἐστὶ μαθεῖν. εἴτε δ’ ἐπὶ
13. τῶν κατ’ αὐτὸν ὄγκων ἐν τοῖς κάτω μέρεσι συνισταμένων
14. εἴθ’ ὅταν εἰς αὐτὰ τὰ κάτω μόρια τοῦ σώματος ὠθεῖ τοὺς
15. ἐν αὐτῷ μοχθηροὺς χυμοὺς, ὠνόμασε κατάῤῥοπον σπλῆνα,
16. τοῦτο οὐκέθ’ οἷόν τε πρὸς τῆς φωνῆς διδαχθῆναι δυνατόν
17. γε μήν ἐστιν ὅσον ἐπὶ τῇ τῶν πραγμάτων φύσει, κατ’ ἄμφω
18. τὰ εἰρημένα δέξασθαι κατάῤῥοπον ὑπ’ αὐτοῦ λελέχθαι τὸν
1. σπλῆνα. πόδες γάρ φησι καὶ χεῖρες καὶ γόνατα θερμὰ, ῥὶς
2. δὲ καὶ ὦτα ψυχρά. τὰ μὲν οὖν γόνατα καὶ τοὺς πόδας ἐν
3. καταῤῥόπῳ σπληνὶ θερμὰ φαίνεσθαι λόγον ἔχει, καθάπερ
4. καὶ τὰς ῥῖνας καὶ τὰ ὦτα ψυχρά· τὰς δὲ χεῖρας οὐκ ἔστιν
5. εὔλογον θερμὰς ὑπάρχειν ἐν καταῤῥόπῳ νοσήματι. μᾶλλον
6. μὲν γὰρ ἄν τις αὐτὰς τῶν ἄνω θείη μορίων, εἰ δὲ μὴ,
7. ἀλλ’ οὐ τῶν κάτω. τοῦ δ’ οὖν ὦτα μὲν καὶ ῥῖνας εἶναι
8. ψυχρὰ, τὰ κάτω δὲ θερμὰ, σκοπῶν τὴν αἰτίαν ὁ Ἱπποκράτης
9. ἔφη, ἆρά γε διὰ τοῦτο ὅτι τε λεπτὸν ἔχουσι τὸ αἷμα
10. ἢ ὅταν σπλῆνες γένωνται κατάῤῥοποι, τινὲς δ’ οὐ τοῖς
11. σπλησὶν ἀντιδιαιρεῖσθαί φασι τὸ ἆρα καὶ φύσει τὸ τοιοῦτον
12. οὗτοι ἔχουσιν; ἀλλὰ τῷ μετ’ αὐτὸν γεγραμμένῳ καὶ
13. ποιοῦσιν ὅλην τὴν λέξιν τοιαύτην. ἆρα καὶ φύσει τὸ τοιοῦτον
14. οὗτοι ἔχουσιν ἢ τοῖς ἐμπυήμασιν; ἐπισκεπτέον οὖν ἐφεξῆς
15. ἀκριβέστερον ὑπὲρ αὐτοῦ ἢ τοῖς ἐμπυήμασι, τούτοις
16. προειρημένοις συνάπτουσιν οἱ οὕτω γράφοντες. ὅσοι δ’ ἀρχὴν
17. αὐτὸ βούλονται τῶν ἐφεξῆς γεγραμμένων τὸ ἢ ἀφαιροῦσι
18. καὶ τοιάνδε τινὰ ποιοῦσι τὴν λέξιν· τοῖς ἐμπυήμασιν
1. ὅρος, τοῖσι μέλλουσιν ἐκπυΐσκειν, αἱ κοιλίαι ἐκταράσσονται.
2. γνώρισμα τῶν μελλόντων ἐκπυΐσκειν τιθέμενοι τὴν ταραχὴν
3. τῆς γαστρός. εἴη δ’ ἂν οὐ πάντων τῶν ἐκπυϊσκόντων, ἀλλὰ
4. μόνων ὅσα ῥήγνυνται τῇ διὰ τῶν ἐντέρων ἐκκρίσει, τὸ σημεῖον
5. τοῦτο γράφων ὁ Ἱπποκράτης. εἰ δ’ ἄνευ τοῦ διορίσασθαι
6. περὶ ποίων λέγει τὴν ἑρμηνείαν ἐποιήσατο, θαυμαστὸν
7. οὐδὲν, ἐὰν τοῦ κατ’ ἀρχὰς εἰρημένου μεμνήμεθα τοῦ
8. γράφειν ἑαυτῷ ταῦτα παρασκευάς τινας εἰς συγγράμματα.
9. μόνον γὰρ ἥκει πρὸς ἀνάμνησιν ὧν βούλεται δηλοῦν ἑαυτῷ,
10. προκείμενον ἐν γραφῇ τὸ, κοιλίαι ἐκταράσσονται, λέγοντος
11. αὐτοῦ κοιλίας ἐπιταράσσεσθαι τοῖς τοιούτοις ἐμπυήμασιν,
12. ὧν μελλόντων ῥήγνυσθαι προδιϊδροῦταί τις ἰχὼρ λεπτὸς ἐκ
13. τοῦ πύου, δι’ ὧν δακνόμενα τὰ ἔντερα ταραχὴν τινα τῆς
14. γαστρὸς ἐργάζεται, τουτέστι δήξεις τε καὶ προθυμίας
15. συνεχεῖς ἐπ’ ἀποκρίσεις· ἔνιοι δὲ καὶ τοιάνδε τινὰ
16. γραφὴν ἴσασι.

Cliquer un n° de page pour en afficher l’image