2. Τοῖσιν ἐμπυήμασιν ὀμφαλὸς ὅρος, οἷσι μέλλουσιν ἐκπυΐσκειν,
3. κοιλίαι ταράσσονται.
5. Βουλόμενος δηλοῦσθαι συντόμως τὸ διὰ τοῦ προγνωστικοῦ
6. σαφῶς εἰρημένον, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ
7. εἰς διαπύησιν τρέπεται. οἷς μέντοι μέλλει διαῤῥήγνυσθαι
8. τὸ ἐμπύημα, κοιλίαι προεπιταράσσονται. πολυειδῶς
9. δὲ καὶ ἄλλως γράφουσι καὶ διαιροῦσιν οὐ ταύτην μόνον
10. τὴν ῥῆσιν, ἀλλὰ καὶ τῶν ἄλλων τὰς πλείστας, ἐξηγησάμενοι
11. τοῦτο τὸ βιβλίον, ὡς ἀποῤῥεῦσαί τινα τῶν ἐπὶ τὰ τῆς τέχνης
12. ἔργα σπευδόντων. φαίνονταί τινες ποιεῖν ὅπερ ὁ Τίμων
13. εἶπεν·
14. εἰκάζων τί θέλεις, ὀλίγον κρέας, ὀστέα πολλά.
15. τινὲς δὲ καὶ τὴν ἑξῆς ῥῆσιν ἧς ἀρχὴ, σπλὴν σκληρὸς
16. οὐ τὰ ἄνω, ταύτῃ συνάπτουσιν, ἵνα ἐπὶ τῶν κατὰ σπλῆνα
17. διαφορῶν ὁ λόγος ᾖ γινόμενος αὐτῷ· μεταβάντες οὖν ἐπ’
18. ἐκείνην ἴδωμεν τὰς διαφορὰς, ἔχουσι γάρ τι χρήσιμον.