2. Σπλὴν σκληρὸς οὐ τὰ ἄνω, κάτω στρογγύλος, πλατὺς, παχὺς,
3. μακρὸς, λεπτός.
5. Τῶν ἐν σπληνὶ παρὰ φύσιν ὄγκων ἐν ταύτῃ τῇ ῥήσει
6. διαφορὰς ἔγραψεν, ὑποτυπούμενος ἑαυτῷ τάχα, διότι καταῤῥόπου
7. σπληνὸς ἐμνημόνευσεν. ἡ γοῦν πρώτη διαφορὰ μία
8. τῶν τοιούτου σπληνός ἐστιν, ὁπόταν μὲν σκληρὸς ᾖ, μὴ μέντοι
9. τὰ ἄνω, πρόδηλον ὅτι τὸ κάτω σκληρός ἐστιν. ἡ δευτέρα
10. δὲ ὧν εἶπεν ἐν τῇ προκειμένῃ ῥήσει διαφορὰ τῶν καταῤῥόπων
11. σπληνῶν αὐτῶν πάλιν ἐστὶν ἰδία. τούτων γὰρ
12. τῶν καταῤῥόπων σπληνῶν κοινῶς ἐχόντων τὰ μὲν ἄνω μέρη
13. μὴ ἔχειν σκληρὰ, τὰ κάτω δ’ ἔχειν, ὁ μέν τίς ἐστι στρογγύλος,
14. ὁ δὲ πλατὺς, ὁ δ’ ἐπὶ μῆκος ηὐξημένος, ἤτοι σὺν
15. ὄγκῳ παρὰ φύσιν ἢ χωρὶς τούτου μόνην ἐσχηκὼς τὴν κατὰ
16. τὸ μῆκος ἐπίδοσι. ἐδήλωσε δὲ τὴν μὲν προτέραν ἐν τῷ
17. φάναι, παχὺς, μακρός· τὴν δὲ δευτέραν ἐν τῷ μακρὸς,
18. λεπτός. δὶς γὰρ τοῦ μακρὸς ὑφ’ Ἱπποκράτους γεγραμμένου
1. καθάπερ ἄν τις εἰκάσειε, τὸ ἕτερον ἀφεῖλον οἱ ἐγγραφόμενοι
2. καὶ τοιαύτην ἐποίησαν τὴν ῥῆσιν, οἵαν ἄρτι προέγραψα.
3. κατὰ λόγον δ’ ἐστὶ πρώτης μὲν αὐτῶν μεμνημονευκέναι διαφορᾶς,
4. καθ’ ἣν ἔφη, σπλὴν σκληρὸς οὐ τὰ ἄνω, τουτέστι
5. τὰ κάτω σκληρὸς, ὥσπερ καὶ κατάῤῥοπός ἐστιν. εἶτα πάλιν
6. αὐτοῦ διαφορὰς τέσσαρας εἴρηκε· μίαν μὲν ἐν ᾖ στρογγύλος
7. ἐστὶ, δευτέρα δὲ ἐν ᾗ πλατὺς, ἀμφοτέρων τούτων
8. ἐχουσῶν κοινὸν τὸ μὴ προσηυξῆσθαι κατὰ μῆκος τὸν σπλῆνα.
9. δύο δ’ ἄλλας διαφορὰς τὴν μὲν ἑτέραν καθ’ ἣν μακρὸς
10. καὶ παχὺς γίνεται, τὴν δ’ ὑπόλοιπον καθ’ ἣν μακρὸς καὶ
11. λεπτός. δὶς γὰρ, ὡς ἔφην, γεγραμμένου τοῦ μακρὸς, εἰκός
12. ἐστιν ὡς περιττὸν παρελθεῖν τὸν ἀντιγραφόμενον ἐκ
13. τῶν ἀρχαίων ὑπομνημάτων. ἡ μὲν οὖν παλαιὰ γραφὴ τοιαύτη
14. τίς ἐστιν, ἐν ᾗ τὸ μακρὸς ἐγώ φημι δὶς ὑφ’ Ἱπποκράτους
15. εἰρημένον ἅπαξ γραφῆναι πρὸς τοῦ βιβλιογράφου.
16. δυνατὸν δ’ ἴσως ἐστὶ κᾂν ἅπαξ ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους
17. ᾖ γεγραμμένον ἐν τῷ μεταξὺ τοῦ τε παχὺς καὶ λεπτὸς ἀπὸ
18. κοινοῦ δέξασθαι, συνῆφθαι τῷ τε προειρημένῳ καὶ τῷ μετ’
1. αὐτὸ λεγομένῳ. πολλὰ γὰρ καὶ ἄλλα τοιαῦτα τοῖς παλαιοῖς
2. εὑρίσκεται. τοὺς δ’ ἐξηγητὰς ἐθαύμασα πολυειδῶς μεταγράψαντας
3. τὴν ῥῆσιν, ἄλλον ἄλλως. εἴπερ γὰρ ὅλως ἀποχωρεῖν
4. τις τολμᾷ παλαιᾶς γραφῆς, κατά τι πιθανὸν χρὴ
5. τοῦτον πράττειν ὥσπερ ἔφην ἐγὼ νῦν εὔλογον εἶναι, ἐφ’ ὧν
6. δὶς γεγραμμένου τοῦ μακρὸς παραλελεῖφθαι τὸ ἕτερον. ὅτι
7. δ’ οὕτως ἔχουσαν τὴν γραφὴν ἐπίστανται πάντες οἱ παλαιοὶ
8. ἐξηγηταὶ μαρτυρία καὶ περὶ τοῦ Ζεύξιδος ἂν εἴη ἀρίστη.
9. οὗτος γὰρ ὡς κακῶς ἐξηγησαμένου τοῦ Γλαυκίου τὴν προκειμένην
10. ῥῆσιν οὐδὲν μὲν ἐγκαλεῖ περὶ τῆς γραφῆς, καίτοι
11. γ’ ἀπόρου καὶ ταύτης τῆς λέξεως φαινομένης αὐτῷ, ὅτι δὲ
12. προσέθηκεν ἀποφάσεις τοῖς εἰρημένοις μέμφεται. φησὶ γὰρ
13. ἀπορούμενον αὐτὸν καὶ μὴ δυνάμενον ἐξηγήσασθαι τὴν προκειμένην
14. ῥῆσιν ἅπασι τοῖς προειρημένοις ἀποφάσεις προστεθεικέναι,
15. ὡς εἰ καὶ οὕτως ἔγραψεν ὁ Ἱπποκράτης· κάτω
16. στρογγύλος, οὐ πλατὺς, οὐ μακρὸς, οὐ λεπτός. ἡγεῖτο γὰρ
17. Γλαυκίας ἀδύνατον εἶναι τὸν σπλῆνα ταῦτα τὰ πάθη δέξασθαι,
18. μὴ δυνάμενα συνυπάρχειν, ὥσπερ ἀναγκαῖον ὂν ἐφ’
1. ἑνὸς ἀνθρώπου πάντων ἀκούειν αὐτῶν. ἀλλ’ οὐ διαφορὰς
2. ἐφεξῆς αὐτῶν γράψαι τὸν Ἱπποκράτην πρὸς ἀνάμνησιν ὡς
3. ἔμπροσθεν ἔγραψε δυσπνοίας τε καὶ πυρετῶν, οὕτω νῦν
4. τῶν ἐν τοῖς καταῤῥόποις σπλησὶ παρὰ φύσιν ὄγκων. εἰ δ’
5. ἔξεστι προστιθέναι τοῖς καταφατικοῖς εἰρημένοις ἀποφάσεις,
6. ἅπαν οὕτω τις διαφθείρει δόγμα καὶ γνώμην οὐδεμίαν φυλάξει
7. τῶν παλαιῶν βεβαίαν.