10. Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν.
12. Οὐδὲν ἄλλο ἔχομεν νοεῖν ἢ ὅτι τὰ εἰρημένα τῷ σπληνὶ
13. συμβαίνειν ἧττον γίνεται τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι. αἰτίαν
14. δὲ τούτου καὶ Ῥοῦφός φησι καὶ Σαβῖνος, διότι τὸ
15. αἷμα καθαίρεται τῇ κορύζῃ. διὰ τοῦτο γὰρ οἴονται τὸ
16. μηδὲν ἥκειν ἐπὶ τὸν σπλῆνα. βέλτιον δ’ εἰς καθολικὸν ἀνάγεσθαι
17. λόγον, οὐκ εἰς κατὰ μέρος αὐτό. πάνυ γάρ ἐστι
1. σπάνιον ἐν ὅλῳ τῷ σώματι δύο τινὰ μόρια παραπλησίως ἔχειν
2. ἀσθενῆ. τοῖς πλείστοις γὰρ ἕν γε τοιοῦτον φαίνεται γινόμενον,
3. εἰς ὃ κᾂν πληθώρα κᾂν κακοχυμία τις ἐν τῷ σώματι γένηται,
4. πάντα συῤῥεῖ τὰ περιττά. φθάσαντος δ’ ἑνὸς αὐτὰ δέξασθαι,
5. τὰ λοιπὰ κατὰ φύσιν ἔχοντα διαμένει. οὐ μόνον οὖν
6. τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν, ἀλλὰ καὶ τοῖς τῶν ἀναπνευστικῶν
7. τὶ μορίων ἢ τῶν κατὰ νεφροὺς καὶ ἧπαρ ἢ κοιλίαν
8. ἀσθενὲς ἔχουσι φύσει, μᾶλλον ἐκεῖνο πάσχον εὕροις ἂν
9. ἢ τὸν σπλῆνα. τούτου δὲ ὄντος κοινοῦ καὶ καθόλου, προσθείη
10. ἄν τις ἴδιον τῶν νῦν λεγομένων, ἐφ’ ὧν ἀθροίζεται
11. φλεγματῶδες ὑγρὸν ἢ λεπτὸν καὶ ὑδατῶδες, οἷοί
12. πέρ εἰσι καὶ οἱ ἀπὸ κεφαλῆς κορυζώδεις, τούτοις μὴ πάνυ
13. τι τοὺς παρὰ φύσιν ὄγκους ἐν σπληνὶ συνίστασθαι, παχέσι
14. καὶ μελαγχολικοῖς ἑπομένους χυμοῖς.