Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 2.47, ed. Kühn, 1828, vol. 17b, p. 994-1001. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:2.47


17. Ἡ περὶ τὸν νοσέοντα οἰκονομίη καὶ αἱ ἐς τὴν νοῦσον
1. ἐρωτήσιες, ἃ διηγεῖται, οἷα, ὡς ἀποδεκτέον οἱ λόγοι,
2. τὰ πρὸς τὸν νοσέοντα, τὰ πρὸς τοὺς παρεόντας καὶ τὰ
3. ἔξωθεν.

5. Ἐξεῦρεν οἰκεῖον ὄνομα τῶν μελλόντων ῥηθήσεσθαι λόγων,
6. οἰκονομίην εἰπών. οὐ γὰρ ὡς ἐν τοῖς ἄλλοις σχεδὸν
7. ἅπασι συγγράμμασιν, ἤτοι διαγνώσεις παθῶν ἢ θεραπείας
8. ἢ προγνώσεις τῶν ἐσομένων ἔγραψεν, οὕτω καὶ νῦν. ἀλλ’
9. ὅπως ἄν τις ἐπιδεξίως, οἷς ἐμάθομεν ἰατρικοῖς θεωρήμασι
10. χρῷτο, διέρχεται κατὰ τὴν προκειμένην ῥῆσιν, οὐ κατὰ μέρος
11. ἐν αὐτοῖς, ἀλλὰ τὰ καθόλου κεφάλαια μόνον γράφων.
12. καὶ πρώτου γε μέμνηται κατὰ ταῦτα τῶν ἐρωτήσεων, ἃς ὁ
13. ἰατρὸς δηλονότι ποιεῖται πρὸς τὸν κάμνοντα, δευτέρου δὲ
14. τῶν διηγήσεων αὐτοῦ. πολλὰ γὰρ εἰώθασιν οἱ κάμνοντες
15. διηγεῖσθαι, δυνάμενα τὴν γνώμην ἐνδείξασθαι τοῦ λέγοντος.
16. ὡς εἴ γε μὴ πρότερον εἰδείημεν αὐτὸν ἐξ αὐτῶν ὧν ἂν
17. διηγήσατο, συνήσομεν, ὁποῖός τίς ἐστιν, οὕτως αὐτῷ προσφέρεσθαι.
18. φρόνιμον μὲν γὰρ εἰ γνωρίσαις εἶναι τόνδε τινὰ
1. τὸν ἄνθρωπον, ἔτι τε μὴ δειλὸν, ἀληθεύειν πειραθήσῃ μηδὲν
2. ὑποστελλόμενον τῶν κατὰ τὴν νόσον ἐσομένων. ἄφρονα
3. δὲ καὶ δειλὸν ὧν ἂν εὐθυμότερος γένοιτο, πάντα ταῦτα
4. ἐρεῖν μετὰ τοῦ μηδὲν μέγα ψεύδεσθαι. κᾂν ἀναγκασθῇς
5. δὲ ποτε διὰ δειλίαν ἐσχάτην τοῦ κάμνοντος ἐπαγγείλασθαι
6. σωτηρίαν αὐτῷ βεβαίαν. ἀλλ’ ἐξελθών γε τοῖς κηδομένοις
7. αὐτοῦ τἀληθῆ φράζε. πειρῶ δὲ καὶ αὐτοῖς τοῖς κάμνουσι,
8. κᾂν ἄκρως εἰσὶ δειλοὶ, μὴ καθάπερ οἱ προχείρως
9. ψευδόμενοι τὴν σωτηρίαν ἐπαγγέλλεσθαι χωρὶς τοῦ προσθεῖναί
10. σε τὴν ἀρχὴν ἔσεσθαι ταύτην, ἅπαντα πράττοντος
11. αὐτοῦ καλῶς καὶ πειθομένου τοῖς προστάγμασι τῶν ἰατρῶν.
12. οὕτω γὰρ οὔτ’ ἐκεῖνος ἀθυμήσει καὶ σὺ πολλάκις ἀληθεύσεις.
13. τὰ γὰρ πλεῖστα τῶν ἐπισφαλῶν νοσημάτων ἀνατρέπουσι
14. τοὺς κάμνοντας ἀπειθοῦντας τοῖς ἰατροῖς. ὡς ὀλίγα
15. πάνυ τὰ πάντως ἀναιρεθήσεται, ἐὰν μήθ’ ὁ ἰατρὸς ἁμαρτάνοι
16. μήθ’ ὁ νοσῶν μήθ’ οἱ ὑπηρέται, μήτ’ ἄλλο τι τῶν
17. ἔξωθεν ἐκ τύχης γένηται βλαβερόν. ὅσοι γὰρ ἐν σφαλεροῖς
1. νοσήμασι πλέον ἢ προσῆκεν τοὺς κάμνοντας εὐθύμους
2. ποιοῦσι, πολλαπλασίαν αὐτοῖς ἀθροίζουσι δυσθυμίαν ἐν ταῖς
3. ἑξῆς ἡμέραις, ὅταν ἤτοι χεῖρον φαίνηται τὸ νόσημα γινόμενον
4. ἢ χρονίζῃ παρὰ τὴν ἐπαγγελίαν τῶν ἰατρῶν. ἀλλὰ
5. καὶ θαῤῥήσαντες, ὡς ἀκινδύνως νοσοῦντες οἱ πλείους τῶν
6. ἀνθρώπων, οὐ πάνυ κατήκοοι γίνονται τῶν ἰατρῶν. ἄμεινον
7. μὲν οὖν ἐπίστασθαι τὸ τοῦ κάμνοντος ἦθος, ἔμπροσθεν
8. ὅθ’ ὑγίαινε πεπειραμένον. εἰ δὲ νῦν αὐτῷ πρῶτον ἐτυγχάνομεν,
9. ἐξ ὧν διηγεῖται συνήσομεν ὁποῖός τίς ἐστιν. ἐφ’ ὧν
10. δὲ προγινώσκομεν, ἐξὸν μέν τι πρὸς τὴν νόσον ἐξευρίσκειν.
11. εἰ γὰρ κόσμιος ὢν φύσει θρασέως ἀποκρίνεται
12. καὶ φρόνιμος ὢν ἄφρων φαίνεται κατὰ τὴν διήγησιν, ἔνδειξις
13. ἡμῖν ἐντεῦθεν ἔσται τοῦ βεβλάφθαι τὴν διάνοιαν αὐτῷ.
14. καθάπερ εἰ καὶ νήφων καὶ φρονιστὴς ἢ ἀγρυπνητικὸς εἴη
15. καὶ φύσει χαίρων τῷ διηγεῖσθαι μακρὰ, νωθρὸς φαίνοιτο
16. περὶ τὰς διηγήσεις ἢ τὰς ἀποκρίσεις, κᾀξ αὐτῆς δὲ τῆς
17. φωνῆς ἔνεστί τι τεκμήρασθαι περὶ τῆς νόσου. τινὲς μὲν
18. γὰρ μόγις φθέγγονται, τινὲς δὲ βραγχῶδες ἢ ὀξὺ περὶ τὸν
1. τῆς νόσου καιρόν. ἔνιοι δὲ ψελλίζουσί τε καὶ τραυλίζουσιν,
2. ὧν ἕκαστον ὁποῖόν τι σημαίνει μεμάθηκας ἐν ἑτέροις. ἐκ
3. μὲν δὴ τῶν τοιούτων ὁ ἰατρὸς γνώσεταί τι περὶ τοῦ νοσοῦντος,
4. ὁποῖος τὴν γνώμην καὶ τὸ ἦθος, αὐτῆς δὲ τῆς
5. νόσου τίς θ’ ἡ ἰδέα. πάλιν δ’ αὐτὸς ἐπιδείξεται τῷ τε
6. κάμνοντι καὶ τοῖς ἀμφ’ αὐτὸν ὁποῖός τίς ἐστι τὴν τέχνην
7. ἐξ αὐτῶν τῶν ἔργων. καὶ ῥῖνα μὲν γὰρ ὠξυμμένην καὶ
8. ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἰδών τις
9. ἐν ὀξεῖ νοσήματι πυνθάνεται μή τις κένωσις αὐτῷ γέγονεν
10. ἢ ἀγρυπνία καὶ λύπη, μὴ σιτίων ἔνδεια καὶ κόπος ἰσχυρός.
11. εἰ δ’ ἀσύμπτωτον θεασάμενος, ἐρήσεται μή τις συνήθων
12. ἐκκρίσεων ἐπίσχεσις ἢ παρὰ τὸ ἔθος ἀργῶς καὶ πλησμονῆς
13. διηλήθη. δυνήσεται δὲ καὶ περὶ ψύξεως, ἐγκαύσεώς τε
14. καὶ οἰνοπόσεως πολλῆς, ὅσα τε ἄλλα τοιαῦτα πυνθάνεσθαι
15. κατὰ τρόπον, ὥστε ἐν αὐτῷ τούτῳ πρῶτον ἐπαινεθῆναι πρὸς
16. τῶν παρόντων. ἐὰν γὰρ τὰ προγεγονότα καὶ τὰ προγινωσκόμενα
17. τῷ τε κάμνοντι καὶ τοῖς ἀμφ’ αὐτὸν ὁ ἰατρὸς
1. πυνθάνηται, θαυμάζουσιν εὐθέως αὐτὸν, ὥσπερ εἰ καί τινα
2. τῶν ἐναντίων τοῖς γεγονόσιν ἐρωτᾷ, καταγινώσκουσιν. ἀλλὰ
3. καὶ τῶν συμβεβηκότων τοῖς κάμνουσιν ἔνια, πρὶν ἀκοῦσαι
4. παρ’ αὐτῶν, ἐν μέσῳ σχήματι λέξεως, ἐρωτήσεώς τε καὶ
5. ἀποφάσεως, ἐὰν εἰπὼν ἐπιτύχῃ, θαυμάζεται. λέλεκται δ’
6. ἅπαντα ταῦθ’ ἡμῖν ἑτέρωθι καὶ νῦν, ὡς ἔφην, Ἱπποκράτους
7. αὐτὰ μόνα, τά τε πρῶτα κεφάλαια διερχομένου καὶ ἡμεῖς
8. κατά τινα πρώτην τομὴν αὐτὰ διήλθομεν. εἰ δὲ τὰ κατὰ
9. μέρος ἅπαντα λέγοιμι, τά τε εἰς τὸ προγνωστικὸν ὑπομνήματα
10. καὶ τὰ περὶ κρίσεων, ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι.
11. τούτων δ’ ἔξωθέν ἐστιν εἰς τὴν οἰκονομίαν τε καὶ
12. χρῆσιν ὠφελοῦντα καὶ τῶν ὑφ’ Ἡροδότου γραφέντων ἔνια
13. κατὰ τὸ βιβλίον ὃ ἐπέγραψεν αὐτὸς ἰατρόν. εἴρηται δὲ
14. καὶ πρὸς ἡμῖν ἐν οἷς καὶ περὶ τοῦ προγινώσκειν διερχόμεθα.
15. ἀναλαβόντες οὖν αὖθις ἐξ ἀρχῆς τὰ κεφάλαια τοῦ
16. λόγου μεταβῶμεν ἐπί τι τῶν ἐξ ἀρχῆς γεγραμμένων. ὥσπερ
17. ἐν τῷ βίῳ τὸ κτᾶσθαι τὰ προσήκοντα πάντα, λέγω δὲ
1. ἐσθῆτα καὶ σκεύη καὶ οἰκέτας, ὑποζύγιά τε καὶ ἄλλα θρέμματα
2. καὶ οἰκείας καὶ σῖτον καὶ χέδροπα καὶ τραγήματα καὶ
3. οἶνον καὶ ἔλαιον, ὅσα ἄλλα τοιαῦτα, διαφέρει πάμπολυ τοῦ
4. χρῆσθαι τούτοις προσηκόντως, ὅπερ ὀνομάζουσιν οἰκονομίαν.
5. οὕτω καὶ κατὰ τὴν ἰατρικὴν οὐ ταὐτὸν ἐστι τὸ μαθεῖν τὴν
6. τέχνην τῷ χρήσασθαι προσηκόντως οἷς ἔμαθέ τις, ἐπιστάμενος
7. ἐν καιρῷ μὲν αὐτὸς ἐρωτήσειν καὶ εἰπεῖν, ἐν καιρῷ
8. δ’ ἀκοῦσαί τι τοῦ κάμνοντος ἢ τῶν οἰκείων αὐτοῦ διαλεχθῆναί
9. τε αὐτοῖς, ὅπως εἰς τὴν ὑπηρεσίαν ὡς χρησιμώτατοι
10. γίνονται, προνοήσασθαί τε τῶν ἔξωθεν, ἃ παρορᾶται
11. τοῖς ἰατροῖς καὶ τοῖς οἰκείοις τοῦ κάμνοντος. ὧν μάλιστα
12. χρήσιμα τὰ περὶ τὰς κατακλίσεις εἰσὶν ἢ τῶν οἰκιῶν
13. ὅλην μοχθηρῶν οὐσῶν ἢ τῶν οἴκων ἐν οἷς οἱ νοσοῦντες
14. κατάκεινται δι’ ὀσμὴν μοχθηρὰν ἢ ἀέρα θερμὸν ἢ ψυχρὸν
15. ἰσχυρῶς ἢ εὐρῶτος πλήρη. καὶ περὶ τῆς ἐνοχλήσεως
16. δὲ τῆς ἐκ τῶν γειτνιώντων ἢ τῆς τῶν παρόντων κατὰ τὰς
17. δημοσίας ὁδοὺς προνοήσασθαι χρὴ τὸν ἰατρὸν, διαλεχθῆναι
18. δὲ περὶ τούτων ἁπάντων τοῖς οἰκείοις τε καὶ φίλοις
1. νοσοῦντος. αὕτη γάρ ἐστι καὶ τοιαύτη τις ἡ περὶ τοὺς
2. κάμνοντας οἰκονομία.

Cliquer un n° de page pour en afficher l’image