5. Ὅτι ἐν θερμοτέρῳ στερεωτέρων, ἐν τοῖσι δεξιοῖσι καὶ μέλανες
6. διὰ τοῦτο καὶ ἔξω αἱ φλέβες καὶ χολωδέστεροι μᾶλλον.
8. Οὐδὲν θαυμαστόν ἐστι κᾀνταῦθα παραλελεῖφθαι τὸ
9. συνέχον μάλιστα τὸν ὅλον λόγον. οὐ γὰρ σύγγραμμά ἐστι
10. τὸ βιβλίον τοῦτο πρὸς ἔκδοσιν γεγονὸς, ἀλλὰ παρασκευαί
11. τινες ἢ ὑποτυπώσεις ὁποίας ἑαυτοῖς εἰώθαμεν ποιεῖσθαι,
12. ὡς εἴ γε σύγγραμμα ἦν, οὕτως ἂν ἀρχόμενος ὡς ἐν τοῖς
13. ἀφορισμοῖς ἔγραψε, προσέθηκε τὰ ἐφεξῆς, τὸν ὅλον λόγον
14. ποιησάμενος τοιοῦτον. ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖσι δεξιοῖσι
15. μέρεσι τῆς μήτρας μᾶλλον εὑρίσκεται συνιστάμενα,
16. τὰ δὲ θήλεα κατὰ τὸν ἕτερον κόλπον αὐτῆς τὸν ἀριστερόν.
17. εἰκός γάρ ἐστιν ἐν τῷ θερμοτέρῳ μέρει τῆς μήτρας τὸ
18. θερμότερον συνίστασθαι, θερμότερον δέ ἐστι τὸ ἄῤῥεν, ὡς
1. δηλοῖ καὶ τὸ τῶν φλεβῶν μέγεθος ἐν αὐτῷ καὶ ἡ χρόα.
2. μελάντεροι γὰρ τοὐπίπαν οἱ ἄνδρες τῶν γυναικῶν. οὕτω
3. μὲν εἰ σύγγραμμα ἔγραφεν ὁ Ἱπποκράτης, ὁμοίως τῷ περὶ
4. ἀγμῶν καὶ ἄρθρων καὶ προγνωστικῷ καὶ τοῖς ἄλλοις τοῖς
5. τοιούτοις ἐπεποίητο τὴν ἑρμηνείαν. ἐπεὶ δ’, ὡς ἔφην, ἑαυτῷ
6. μόνῳ ταῦτα ὑπετυπώσατο, διὰ τοῦτο περιλέλειπται τὸ
7. κεφάλαιον τοῦ λόγου, μὴ δηλώσαντος αὐτοῦ περὶ τῶν κατὰ
8. τὴν κύησιν ἀῤῥένων λέγεται ταῦτα. τὸ μέντοι ἄῤῥεν ἐν τῷ
9. δεξιῷ μέρει τῆς μήτρας κυίσκεσθαι καὶ ἄλλοι τῶν παλαιοτάτων
10. ἀνδρῶν εἰρήκασιν. ὁ μὲν γὰρ Παρμενίδης οὕτως
11. ἔφη, δεξιτεροῖσι μὲν κούρους, λαιοῖσι δ’ αὖ κούρας. ὁ δ’
12. Ἐμπεδοκλῆς οὕτως·
14. καὶ μέλανες διὰ τοῦτο καὶ ἀνδρωδέστεροι ἄνδρες καὶ λαχνήεντες
15. μᾶλλον. ὅτι δὲ ἀληθὲς ἡ περὶ τῆς κράσεως τοῦ ἄῤῥενος ὡς
16. θερμοτέρου δόξα, τελέως ὁ λόγος ἐν τοῖς περὶ κράσεως ὑπομνήμασιν
17. ἐξείργασται. νυνὶ δ’ ὡς πολλάκις εἶπον, οὐκ ἀποδεικνύναι
1. τὰ δόγματα πρόκειται τὰ Ἱπποκράτεια, ὅτι μὴ
2. πάρεργον, ἀλλὰ τὴν λέξιν ἐξηγεῖσθαι. καὶ ταύτην οὖν τινες
3. τῶν νεωτέρων ἐξηγητῶν ἐτόλμησαν μεταγράφειν τὸ
4. στερεωτέρων καὶ ποιῆσαι στερεώτεροι. δοκεῖ γὰρ αὐτοῖς
5. ἄλογον εἶναι τὸ δεξιὸν μέρος τῆς μήτρας ὥσπερ θερμότερον,
6. οὕτω καὶ στερεώτερον λέγεσθαι. φαίνεται γὰρ ὁμοίως ἔχον
7. ὅσον ἐπὶ στερεότητι καὶ διὰ τοῦτο χρῆναι γράφειν φασὶν,
8. ὅτι θερμοτέροις στερεώτερον ἐν τοῖσι δεξιοῖσι καὶ μέλανες
9. διὰ τοῦτο, δηλούσης τῆς λέξεως ἐν τῷ θερμοτέρῳ τῆς μήτρας
10. μέρει κυΐσκεσθαι στερεώτερον, ἐν ἴσῳ τῷ ἰσχυρότερον
11. καὶ εὐρωστότερον, ἐπειδὴ καὶ θερμότερόν ἐστι φύσει. περὶ
12. δὲ τῆς ἀληθείας τοῦ δόγματος οὐ νῦν ὡς ἔφην εἶναι λέγειν
13. καιρός. ἐπεὶ δ’ ἔνιοι πρὸς τοὺς εἰπόντας ἅπαντα δεξιὰ
14. μέρη τῶν ἀριστερῶν εἶναι θερμότερα καὶ ἰσχυρότερα διὰ
15. τὴν τοῦ ἥπατος θέσιν, ἀντιλέγοντες ἔφασαν, ἀλλ’
16. ἔκ τε τῶν ἀριστερῶν ἡ καρδία κεῖται καὶ φαίνεται μήθ’ ὁ
17. δεξιὸς ὀφθαλμὸς τοῦ ἀριστεροῦ μᾶλλον βλέπων μήτε τὸ οὖς
18. ἀκοῦον ἢ τὸ σκέλος βαδίζον, ἀλλ’ ἐπὶ τῆς χειρὸς μόνης τὸ
1. τοιοῦτον δοκεῖ πιθανὸν εἶναι, διὰ τοῦτο ὀλίγα πρὸς αὐτοὺς
2. εἰρήσεται. μεγίστη γὰρ ἀπόδειξις τοῦ τὰ πλεῖστα τῶν ἀῤῥένων
3. ἐν τοῖς δεξιοῖς μέρεσι κυΐσκεσθαι τὸ ἐκ τῆς ἀνατομῆς
4. τῶν ζώων φαινόμενον. δύο γοῦν ἐχούσης κόλπους τῆς
5. μήτρας συναπτομένους, κατὰ τὸν αὐχένα κοινὸν ἀμφοῖν ὄντα,
6. τὰ μὲν ἄῤῥενα τοὐπίπαν ἐν τῷ δεξιῷ φαίνεσθαι κυϊσκόμενα,
7. τὰ θήλεα δ’ ἐν θατέρῳ, κάλλιον ἦν τούτου φαινομένου ζητῆσαι
8. τὴν αἰτίαν, οὐκ ἀνατρέπειν πειρᾶσθαι τὸ ἀληθὲς,
9. ἀγνοίᾳ τῆς αἰτίας. ἀλλ’ ὑμεῖς γε καὶ τὴν αἰτίαν ἐν ταῖς
10. ἀνατομικαῖς ἐγχειρήσεσιν ἐμάθετε, θεασάμενοι πρὸς μὲν
11. τὸ δεξιὸν μέρος τῆς μήτρας, μετὰ τὸ καθαρθῆναι τὸ αἷμα,
12. κατὰ τοὺς νεφροὺς ἀφικνούμενον, εἰς δὲ τὸ ἀριστερὸν
13. ἀκάθαρτόν ἐστι καὶ ὀῤῥῶδες. ἐθεάσασθε δὲ καὶ τὴν καρδίαν
14. ἐν τῷ μέσῳ τοῦ θώρακος κειμένην, οὐκ ἐν τοῖς ἀριστεροῖς.
15. οἰηθῆναι δέ τινας ἐνταῦθα κεῖσθαι μᾶλλον αὐτὴν
16. εἰκός ἐστιν ἐκ τοῦ διασημαίνειν τὸν σφυγμὸν κατὰ τοῦτο
17. τὸ μέρος, ὡς ἂν τῆς ἀριστερᾶς ἐν αὐτῇ κοιλίας σφυζούσης.