2. Συνεκρίθη, συνέστη ὀξύτερον, κινηθὲν ἐμολύνθη καὶ βραδύτερον
3. αὔξεται καὶ ἐπὶ πλείω χρόνον.
5. Πολλάκις εἶπον ἐν τούτῳ τῷ βιβλίῳ μυρίας εἶναι γραφὰς,
6. διὰ τὴν ἀσάφειαν ἄλλων ἄλλως αὐτὰς ῥυθμιζόντων,
7. ὡς ἂν ἑκάστῳ δόξῃ τὸ τῆς ἐξηγήσεως ἔσεσθαι πιθανόν. ἀλλ’
8. ἐγὼ τὰς παλαιὰς γραφὰς προαιροῦμαι, κᾂν ἀπίθανοι δοκῶσιν
9. εἶναι καὶ μείζονα τὴν ἀπορίαν ἔχοιεν. δι’ αὐτὸ γὰρ
10. πιστεύοι ἄν τις αὐτὰς οὕτως εἰρῆσθαι. διότι καίτοι γ’
11. ἀπορίας οὔσης περὶ τὴν ἐξήγησιν, ὅμως οἱ παλαιότατοι τῶν
12. ἐξηγητῶν ἐν ταύταις ὁμολογοῦσιν. εἰ δέ γ’ ἐτόλμων αὐτὰς
13. μεταγράφειν, εἰς εὐπορωτέραν ἂν ὑπήλλαττον λέξιν ὥστε
14. πιθανὴν γενέσθαι τὴν ἐξήγησιν. εἰ τοίνυν τῆς προκειμένης
15. ῥήσεως οὕτως νῦν γεγραμμένης ἐν τοῖς παλαιοῖς ἀντιγράφοις.
16. εἰδότων δὲ καὶ τῶν παλαιῶν ἐξηγητῶν οὕτως αὐτὴν ἔχουσαν
17. ἐξεῖλον οἱ πλεῖστοι τῶν νεωτέρων τὸ ἐμολύνθη. τινὲς
18. δὲ καὶ τῷ κινηθὲν προσέθηκαν τὸ βραδύτερον, ὡς γενέσθαι
1. τὴν λέξιν τοιαύτην, συνεκρίθη, συνέστη ὀξύτερον, κινηθὲν
2. βραδύτερον αὔξεται. τινὲς δὲ τὸ καὶ διὰ τοῦτο προὔταξαν
3. τῆς λέξεως ὡς γενέσθαι τοιάνδε. καὶ διὰ τοῦτο συνεκρίθη,
4. συνέστη. τό γε μὴν τῆς διανοίας οὐ μέγα παραλλάττοι
5. κατὰ πάσας τὰς γραφὰς, βούλονται γὰρ οἱ ἐξηγηταὶ συγκριθῆναι
6. καὶ συστῆναι διὰ τοῦτο θᾶττον τὸ ἄῤῥεν τοῦ θήλεος,
7. ὅτι θερμότερόν ἐστι, καὶ κινηθῆναι δὲ θᾶττον αὐτὸ διὰ
8. τοῦτό φασιν. καὶ μέντοι καὶ ὡμολόγηται σχεδὸν ἅπασι τοῖς
9. ἰατροῖς οὐ μόνον διαπλάττεσθαι θᾶττον, ἀλλὰ καὶ κινεῖσθαι
10. τὸ ἄῤῥεν τοῦ θήλεος. εἴρηται δὲ περὶ τούτων σαφῶς
11. κᾀν τῷ περὶ φύσεως παιδίου, ὥσπερ γε καὶ παρὰ Διοκλεῖ
12. κατὰ τὰ περὶ γυναικείων συγγράμματα. Ῥοῦφος δέ φησι
13. Διογένη τὸν Ἀπολλωνιάτην μόνον ἐναντίως ἀποφήνασθαι
14. κατὰ τὸ περὶ φύσεως δεύτερον· ἐγὼ δὲ οὐκ ἐνέτυχον
15. τῷ βιβλίῳ. μαρτυρεῖταί γε μὴν καὶ πρὸς αὐτῶν τῶν κυουσῶν
16. καὶ θᾶττον ἀρχόγενα κινεῖσθαι καὶ πλείονας καὶ σφοδροτέρας
17. κινήσεις φαίνεσθαι κινούμενα τὰ ἄῤῥενα. λέγεται
18. δ’ ἐν τῇ προκειμένῃ ῥήσει, ὅτι μὲν θᾶττον ἐκινήθη τε καὶ
1. συνέστη, τουτέστιν ἐπάγη τε καὶ ἐστερεώθη. μετὰ ταῦτα
2. δ’ αὔξεται βραδύτερον τοῦ θήλεος τὸ ἄῤῥεν, αὔξησιν δὲ
3. πότερον ἢ ἣν κινούμενον ἴσχει μόνην ἢ τὴν ἐφεξῆς λέγει
4. νῦν ἄδηλον. ἀληθὲς δέ ἐστιν ὅτι καὶ μετὰ τὴν ἀποκύησιν
5. αὔξεται τό τε θῆλυ θᾶττον καὶ ἵσταται πρότερα τὰ τῆς
6. αὐξήσεως αὐτῷ. τοῦ μὲν αὔξεσθαι θᾶττον μαλακότης αἰτία
7. τοῦ σώματος. ῥᾷον γὰρ ἐπιδίδωσι διατεινόμενα τὰ
8. τοιαῦτα σώματα πρὸς τὰς τρεῖς διαστάσεις, μῆκος, βάθος
9. καὶ πλάτος. ἵστασθαι δὲ καὶ παύεσθαι τὴν αὔξησιν αὐτοῖς
10. προτέροις τῶν ἀῤῥένων, οὐκέτι διὰ τὴν μαλακότητα τοῦ
11. σώματος, ἀλλὰ διὰ τὴν ἀσθένειαν ὑπάρχει. δύναμις γὰρ
12. ἐστιν ἐν τοῖς ζώοις φυσικὴ, τὴν αὔξησιν αὐτῶν ἐργαζομένη,
13. δι’ ἣν ἀῤῥωστοτέρα μὲν οὖσα ἐπὶ πλέον αὔξεται, θᾶττον
14. δὲ παύεται τῆς αὐξήσεως, ἀσθενοῦς ὑπαρχούσης. εἴπερ
15. οὖν ὁ Ἱπποκράτης αὐτὸς ἔγραψε τὸ ἐμωλύνθη, τοιοῦτον ἂν
16. φαίνοιτο σημαίνειν, οἷον κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν,
1. ἔνθα φησίν· ἀριστερὸν παρ’ οὖς οἴδημα, τῇ δ’ ὑστεραίῃ
2. καὶ δεξιόν. ἧσσον δὲ τοῦτο καὶ συνελειαίνετο ταῦτα καὶ
3. ἐμωλύνθη καὶ οὐκ ἀπεπυήσατο. τὸ γὰρ τῆς ὀξείας κινήσεως
4. καὶ μεταβολῆς παυσάμενον καὶ ἀποψυχθὲν οὕτως
5. ὠνόμασεν.