13. Ἐπεγεῖραι, ναρκῶσαι.
15. Τὸ μὲν ἐπεγεῖραι τὴν αἴσθησιν καὶ τὴν κίνησιν τῶν
16. ἐκλελυμένας ἐχόντων αὐτὰς εὔδηλόν ἐστιν οὐ σμικρὰν
17. χρείαν παρέχον τοῖς ἰατροῖς. τὸ δὲ ναρκῶσαι κατὰ μόνας
1. τὰς σφοδρὰς ὀδύνας γίνεταί ποτε χρήσιμον, ἡνίκα τὰ δι’
2. ὀπίου καὶ μανδραγόρου καὶ ὑοσκυάμου φάρμακα προσφέρομεν.
3. αὐτὸς γὰρ εἶπε, νάρκη δὲ μετρίη ὀδύνης λυτική.
4. ἐὰν γοῦν τὶς σφοδροτέροις ἢ πλείοσι χρήσηται τοῖς ναρκωτικοῖς
5. φαρμάκοις, καταψύχεταί τε καὶ νεκροῦται τὰ
6. σώματα.