8. Ὅτι ἐστερεώθη καὶ χολωδέστερόν τε καὶ ἐναιμότερον, τοῦτο
9. θερμότερόν ἐστι τὸ χωρίον τῷ ζώῳ.
11. Διὰ τοῦτό φησι τὸ ἄῤῥεν στερεώτερόν τε καὶ χολωδέστερον
12. καὶ ἐναιμότερον γενέσθαι, διότι καὶ τὸ χωρίον ἐν
13. ᾧ κυΐσκεται τοιοῦτον ὑπάρχει. λέγει δὲ δηλονότι τὸν δεξιὸν
14. κόλπον τῆς μήτρας, καὶ ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει.
15. πάντες μέντοι τὴν αὐτὴν διάνοιαν φυλάττουσι, διότι
16. καὶ τὸ λίαν ἀκριβῶς ζητεῖν ὁποία τίς ἐστιν ἡ ὄντως Ἱπποκράτους
17. λέξις περιττόν. ἄμεινον γὰρ οὐ τοῦτο σκοπεῖν,
18. ἀλλ’ εἰ τὸ λεγόμενον ἀληθές. ἡ δ’ ἀλήθεια διὰ τῶν ἀνατομῶν,
1. ὡς ἔφην, εὑρίσκεται, τῶν ἀῤῥένων τοὐπίπαν ἐν τῷ
2. δεξιῷ κόλπῳ τῆς μήτρας κυϊσκομένων. εἴρηται δὲ καὶ ἡ
3. αἰτία τοῦ θερμότερον εἶναι τοῦτο καὶ αὐτὴ διὰ τῆς ἀνατομῆς
4. ἐγνωσμένη.