2. Παροχετεύειν.
4. Τρόπους θεραπειῶν ἐπὶ χυμοῖς ἐνταῦθα διδάσκειν ἄρχεται,
5. γεγραμμένους τελειότερον ἐν τῷ περὶ τῶν χυμῶν,
6. εἰρήσονται δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα. παροχέτευσιν
7. μὲν ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης, ὅταν χυμός τις δεόμενος
8. κενώσεως μὴ καθ’ ὃ δεῖ χωρίον ὁρμήσῃ φέρεσθαι.
9. καὶ μέντοι μηδὲ πόῤῥω πάνυ τοῦ προσήκοντος, μηδ’ εἰς
10. τὸν ἐναντιώτατον τόπον, ἀλλ’ οἷον εἰ δι’ οὔρων ὁρμήσει
11. ἐκκενοῦσθαι, κεκακωμένης κύστεως ἢ νεφρῶν. παροχετεύειν
12. γὰρ ἄμεινον ἐνταῦθα διὰ τῆς γαστρὸς, ὥσπερ εἰ καὶ διὰ
13. γαστρὸς τὴν ὁρμὴν σχοίη φέρεσθαι, κεκακωμένων ἐντέρων.
14. ἔμπαλιν γὰρ ἐπὶ τούτων εἰς οὖρα προτρέψομεν ἔρχεσθαι,
15. τὸν χρήζοντα κενώσεως χυμόν. ἐπὶ δὲ γυναικῶν ἐνίοτε
16. διὰ μήτρας ἢ κατὰ τοὐναντίον ἔστιν ὅτε τὸν διὰ μήτρας
17. ῥοῦν γινόμενον ἐπ’ οὖρα καὶ γαστέρα παροχετεύσομεν. εἰ δὲ
18. ἐπί τινος τῶν τοιούτων κενώσεων ἐμέτους κινήσαιμεν, ἀντίσπασιν
1. ὀνομάζει τοῦτο, καθάπερ εἰ καὶ τοὺς ἐμέτους ἀντισπάσομεν,
2. ἐρεθίζοντες ἐπὶ μήτραν ἢ κύστιν ἢ ἕδραν.