5. Παροχετεύειν, ὑπείξαντα ἀντισπᾷν αὐτίκα, ἀντιπίπτοντα
6. ὑπεῖξαι.
8. Τῷ παροχετεύειν ἀκόλουθον ἦν ἐπενηνέχθαι
9. τὸ ἀντισπᾷν, ἔπειθ’ οὕτω διδάσκειν ὅπως ἄν τις ἄριστα
10. ποιήσαιτο τὴν ἀντίσπασιν. ὁ δ’ Ἱπποκράτης ὑπερβὰς
11. τὸ ἀντισπᾷν εἰπεῖν εὐθέως ἧκεν ἐπὶ τὸ χρησιμώτατον ἐγνῶσθαι
12. τοῖς μέλλουσι καλῶς ἀντισπᾷν τοὺς κακῶς ἐπί τι μόριον
13. ὁρμήσαντας χυμούς. οὐ γὰρ ἐπιμένειν χρή γε τοῖς ἀντισπῶσι
14. βοηθήμασι διὰ παντὸς, ἀλλὰ παρεντιθέναι τινὰ
15. καιρὸν, ἀργὸν τῶν ἀντισπώντων, ἵνα τὸν φθάσαντα χυμὸν
16. ἐστηρίχθαι κατὰ τὸ πάσχον μόριον ἐάσωμεν ἐκκριθῆναι.
17. διαμείνας γὰρ ἐν αὐτῷ διττῶς ἀνιάσῃ, τὸ μέν τι τῷ πλήθει
18. διατείνων, τὸ δέ τι τῇ ποιότητι λυπῶν. ἐὰν δὲ ἐάσαις
1. ἐκκριθῆναι τοὺς φθάσαντας ἐπὶ τὸ μόριον ἐνηνέχθαι χυμοὺς,
2. ἐλευθερώσεις αὐτὸν τοῦ πόνου. ῥᾷόν τ’ ἀνύσεις τι
3. τοῖς ἀντισπαστικοῖς βοηθήμασιν, οὐκέτ’ ἐφ’ ἑαυτὸ διὰ τὸν
4. πόνον ἐρεθίζοντος τοὺς χυμοὺς τοῦ μορίου πρὸς τὴν ῥοπὴν
5. ἣν ἐξ ἀρχῆς οὐκ ὀρθῶς ἐπεποίηντο.